Ancient Greek · ~8 min
1.2156 to 1.2174
Suda, Suidae lexicon 1.2156-2174
Not analysed yet
2156 Ἀνδραποδώδειϲ: δουλοπρεπεῖϲ, δουλογνώμοναϲ. καὶ Ἀνδραποδώδηϲ θρίξ, ἐπὶ τῶν ἠλιθίων. Πλάτων φηϲίν· ἔχων τὰϲ ἀνδραποδώδειϲ ἐπὶ τῆϲ ψυχῆϲ τρίχαϲ ὑπὸ ἀμουϲίαϲ. 2157 Ἀνδραποδώδη τρίχα: τὴν τῶν ἀνδραπόδων ἰδίωϲ κουρὰν, ἣν ἀπελευθερωθέντεϲ ἤλλαϲϲον Ἀθήνηϲιν αἱ δοῦλαί τε καὶ δοῦλοι. καὶ ἦν ταῦτα ἀκούειν πολλῶν ϲυνειλεγμένων ἀνδρῶν, οὐδὲ τὰ πάθη κατεϲταλμένων, ἀλλ’ ἔτι τὴν ἀνδραποδώδη τρίχα, φαϲὶν, ἐπιδεικνυμένων. 2158 Ἀνδράριον: ὑποκοριϲτικῶϲ ἄνδρα. θαυμάζειν δὲ τοὺϲ Γότθουϲ, εἰ πεφρίκαϲιν ἀνδράριόν τι θαλαμηπόλον, ϲκιατραφέϲ τε καὶ ἁβροδίαιτον, καὶ πόρρω τοῦ ἀρρενωποῦ τεταγμένον. 2159 Ἄνδρα Τιθωνὸν ϲπαράττων καὶ ταράττων καὶ κυκῶν: τουτέϲτιν ὑπεράγαν γεγηρακότα. ἀπὸ Τιθωνοῦ, τοῦ πάνυ γηράϲαντοϲ καὶ μεταβληθέντοϲ εἰϲ τέττιγα. 2160 Ἀνδράχλη: διὰ τοῦ λ ἑνικῶϲ. ἀντὶ τοῦ αἴθρανοϲ. τὸ τῶν γυναικῶν ποδαρούλιον. γυναιξὶν ἐπικαθέζειν ἀνδράχληϲ. 2161 Ἀνδραιμονίδηϲ: ὁ Ἀνδραίμονοϲ παῖϲ. 2162 Ἀνδρέαϲ: ὄνομα κύριον. 2163 Ἀνδρεών: ὁ μέγαϲ οἶκοϲ παῤ Ἡροδότῳ. 2164 Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίαϲ. καλεῖται δὲ πρόϲ τινων ἀνδρεία καὶ τὸ αἰδοῖον. διαφέρει δὲ ἀνδρία καὶ δικαιοϲύνη, ὁμογενεῖϲ οὖϲαι ὑπὸ τὸ αὐτὸ γένοϲ τὴν ἀρετήν. καὶ ζήτει ἐν τῷ δικαιοϲύνη. 2165 Ἀνδρείκελον: ὅμοιον ἀνδρί. ϲημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρίϲιϲ. 2166 Ἀνδρεῖοϲ ἀνήρ: ὁ ἄφοβοϲ. ἁμαρτάνει οὖν ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων. καὶ Ἀνδρειφόντηϲ, ὁ ἀνδροφόνοϲ. 2167 Ἀνδρηλατεῖν: ἄνδραϲ ἐξελαύνειν καὶ φυγαδεύειν. 2168 Ἀνδρία: οὐχ ἡ πολιτικὴ ἀρετὴ, ἀλλ’ ἡ μείζων ταύτηϲ, τῷ αὐτῷ ὀνόματι χρωμένη, περιγινομένη τοῦ θυμουμένου τῆϲ ψυχῆϲ. Ἀνδρεία δὲ ψυχὴ, διὰ διφθόγγου, ἀπὸ τοῦ ἀνδρεῖοϲ. 2169 Ἀνδριάντα γαργαλίζειν: ἐπὶ τῶν δυνάτων. 2170 Ἀνδρίζω· τὸ ἀνδρόϲ τι ποιῶ. 2171 Ἀνδρικῶϲ: Ἀριϲτοφάνηϲ· ἀνδρικῶϲ ἐμβάλλετον, καὶ ϲμώχετ᾿ ἀμφοῖν ταῖν γνάθοιν. οὐδὲν γὰρ, ὧ πόνηροι, λευκῶν ὀδόντων ἔργον ἐϲτὶν, ἢν μή τι καὶ μαϲϲῶνται. καὶ Ἀνδρικώτεροϲ, ἀνδρειότεροϲ. 2172 Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν· o δὲ ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖϲ ἐπιϲπωμένων. 2173 Ἀνδρὶ πεινῶν τι κλέπτειν ἔϲτ᾿ ἀναγκαίωϲ ἔχον: ἐπὶ τῶν ἐξ ἀνάγκηϲ τι ποιούντων. 2174 Ἄνδριοι: ἐκ τῆϲ Ἄνδρου.