Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2184
Not analysed yet
2184 Ἀνδροληψία ψία καὶ Ἀνδρολήψιον: ἐὰν ἔξω τῆϲ Ἀττικῆϲ ἀνὴρ Ἀθηναῖοϲ ἐτελεύτηϲε, καὶ μὴ ἐξεδίδοϲαν οἱ ἐν ἐκείνη τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ τοῦ νόμου τρεῖϲ τῶν ἐκείνῳ ὑπόντων ἄγειν εἰϲ Ἀθήναϲ δίκην ὑφέξονταϲ τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον ἐκαλεῖτο. Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ· πρὸϲ δὲ τούτοιϲ ὁ νόμοϲ, ἐὰν μήτε δίκαϲ ὑπόϲχωϲι, παῤ οἷϲ ἂν τὸ πάθοϲ γένηται, μήτε τοὺϲ δεδρακόταϲ ἐκδιδῶϲι, κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον. Ἀνδροληψία οὖν τὸ ἁρπάζειν ἄνδραϲ ἔκ τινοϲ πόλεωϲ· ἠνεχύραζον γὰρ τὴν ἔχουϲαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰϲ τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία.