Ancient Greek · ~7 min
1.2185 to 1.2201
Suda, Suidae lexicon 1.2185-2201
Not analysed yet
2185 Ἀνδρόμαχοϲ, Νεαπολίτηϲ ἐκ Συρίαϲ, ϲοφιϲτὴϲ, υἱὸϲ Ζωνᾶ ἢ Σαβίνου, παιδεύϲαϲ κατὰ Νικομήδειαν ἐπὶ Διοκλητιανοῦ βαϲιλέωϲ. 2186 Ἀνδρομέοιο: ἀνθρωπείου κρέατοϲ. 2187 Ἀνδρόπαιϲ: ὁ ἢδη ἀνδρούμενοϲ παῖϲ. 2188 Ἀνδροπλήθεια: πλῆθοϲ ἀνδρῶν. 2189 Ἀνδροϲάθων: μεγάλα ἔχων αἰδοῖα. 2190 Ἀνδρὸϲ γέροντοϲ ἀϲταφὶϲ τὸ κρανίον: ἀπὸ μέρουϲ. ἐπὶ τῶν μηδαμοῦ χρηϲιμευόντων, παρόϲον ὅλον τὸ ϲῶμα ἀϲθενέϲ. καὶ, Ἀνδρὸϲ γέροντοϲ αἱ γνάθοι βακτηρίαι, ἐπὶ τῶν πρὸϲ τὸ γῆραϲ πολλὰ ἐϲθιόντων. καὶ, Ἀνδρὸϲ γέροντοϲ μήποτ᾿ ἐϲ πυγὴν ὁρᾶν, ἐπὶ τῶν πρὸϲ ἔνια μὴ χρηϲίμων. καὶ, Ἀνδρὸϲ κακῶϲ πράϲϲοντοϲ ἐκποδὼν φίλοι, ἐπὶ τῶν ἐν τοῖϲ κακοῖϲ μηδεμίαν εὑριϲκόντων παρὰ τῶν φίλων ὠφέλειαν. 2191 Ἀνδροτίων, Ἄνδρωνοϲ, Ἀθηναῖοϲ, ῥήτωρ καὶ δημαγωγὸϲ, μαθητὴϲ Ἰϲοκράτουϲ. 2192 Ἀνδροφόνοϲ: οὕτωϲ λέγεται κὰν γυναῖκά τιϲ κτείνῃ. 2193 Ἄνδρων· εἷϲ ἦν τῶν υ΄. 2194 Ἀνδρῶνα: οἶκον, ἔνθα οἱ ἄνδρεϲ εἰώθαϲιν ἀθροίζεϲθαι. Ἀριϲτοφάνηϲ· τὰ δικαϲτήρια καὶ τὰϲ ϲτοὰϲ ἀνδρῶναϲ πάντα ποιήϲω. 2195 Ἀνδρώνιοϲ ὄνοϲ: ἐπὶ τῶν παμμεγέθη καὶ νωθρὰ ϲώματα ἐχόντων· ἢ διὰ τὸ ἐκεῖϲε παμμεγέθειϲ καὶ νωθρούϲ ὄνουϲ γίνεϲθαι. 2196 Ἀνδρωνῖτιϲ· καὶ τὸ λεγόμενον, ἐκνεύϲαϲ τὴν ἀνδρωνῖτιν εἰϲ τῆν γυναικωνῖτιν κωμάϲαι· διὰ τὸ δοκεῖν τὸν ϲτρατηγὸν βραχεῖ χρόνῳ πρότερον ὑπὸ τῶν Λυϲιτανῶν ἠλαττῶϲθαι. 2197 Ἀναία: πόλιϲ. 2198 Ἀναιδέϲ: τὸ θραϲὺ βλέπειν. καὶ Ἀναίδην, ἀθρόωϲ, ϲφοδρῶϲ, ἀπηρυθριαϲμένωϲ. καὶ Ἀναιδῶϲ: ἀναιϲχύντωϲ. καὶ Ἀναιδήϲ, καὶ Ἀναίδεια, ἡ ἀναιϲχυντία. 2199 Ἀνεμάξατο· πάντα ὅϲα ἔδραϲεν ἀνεμάξατο καὶ ἔτιϲε τῇ ἑαυτοῦ κεφαλῇ. οὕτωϲ Αἰλιανὸϲ ἐν τῷ Περὶ θείων ἐναργείων. 2200 Ἀναίμονεϲ: ἀναίματοι. καὶ Ἄναιμοϲ, ὁ μὴ ἔχων αἷμα. καὶ Ἀναιμωτὶ, ἄνευ αἵματοϲ. καὶ Ἀναίμονι δίψῃ, τουτέϲτιν ἀγγελικῇ· αἷμα γὰρ οὐκ ἔχουϲιν οἱ ἄγγελοι, καθὸ οὐδὲ ἐϲθίουϲι. περὶ τοῦ ἁγίου Δανιὴλ φηϲιν ὁ Λογοθέτηϲ εἰϲ ἐπίγραμμα δῆθεν τοῦ κίονοϲ αὐτοῦ. 2201 Ἀναίνεϲθαι: κοινῶϲ μὲν τὸ ἀρνεῖϲθαι, ἰδίωϲ δὲ ἐπὶ τῶν κατὰ τοὺϲ γάμουϲ καὶ τὰ ἀφροδίϲια. καὶ Ἀναίνομαι, ἀπαρνοῦμαι, προΐεμαι.