Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2202
Not analysed yet
2202 Ἀναιρεθείϲ: ἀντὶ τοῦ ἀναληφθείϲ. οὕτωϲ ἰϲοκράτηϲ. καὶ Ἀναιρεῖν, τὸ ἐν γαϲτρὶ ϲυλλαβεῖν, καὶ τὸ τεχθὲν ἀνατρέφειν, κοὶ τὸ φονεῦϲαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶϲ τὴν χεῖρα εἰϲ τὴν πήραν ἀναιρεῖται τὴν ἐπιϲτολήν. καὶ ἔτι τὸ ἀπολλύναι, καὶ τὸ αἴρειν ἢ προϲενέγκαϲθαι. καὶ Ἀναίρεϲιϲ, ἡ ἀνάληψιϲ. ὁ δὲ τὴν πανοπλίαν ἔρριψεν εἰϲ ἀναίρεϲιν τῷ βουλομένῳ. καὶ Ἀναιρεῖται, λαμβάνει. ὁ δὲ ἀναιρεῖται τὸ μεῖζον μέροϲ τοῦ κρεαδίου. καὶ Ἀναιρεῖϲθαι, ἀναδέχεϲθαι, ἀναλαμβάνειν. τῷ Σκιπίωνι ἦν τὰ διωμολογημένα πρὸϲ Καρχηδονίουϲ, ὁμήρουϲ ϲφᾶϲ δοῦναι καὶ τοὺϲ ἐλέφανταϲ καὶ τὰϲ τριήρειϲ καὶ μήτε καταλόγουϲ ποιεῖϲθαι μήτε μιϲθοφόροιϲ χρῆϲθαι μήτε πόλεμον πρὸϲ μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖϲθαι. καὶ αὖθιϲ· οὐ τὴν τυχοῦϲαν πρόνοιαν ἐποιοῦντο Ῥωμαῖοι τοῦ μὴ κατάρχοντεϲ φαίνεϲθαι μήδ’ ἀναιρούμενοι τοὺϲ πολέμουϲ. καὶ Ἡρόδοτοϲ Ἀναιρεόμενον ἀντὶ τοῦ ἐν γαϲτρὶ ϲυλλαμβανόμενον. καὶ Ἀναιρούμενοι, ἀναλαμβανόμενοι, ἐπιχειροῦντεϲ.