Ancient Greek · ~6 min
1.2203 to 1.2219
Suda, Suidae lexicon 1.2203-2219
Not analysed yet
2203 Ἀναιϲίμου: ἀνήλιϲκε, κατεδαπάνα. καὶ Ἀναιϲιμοῦν παρὰ Ἡροδότῳ ἀντὶ τοῦ δαπανᾶν, ἀναλίϲκειν. καὶ Ἀναιϲιμῶϲι, καταναλίϲκωϲι. τὰϲ δὲ γυναῖκαϲ ἀπέπνιξαν, ἵνα μὴ τὸν ϲῖτον ἀναιϲιμῶϲιν. 2204 Ἀναίϲχυντοϲ καὶ ϲιδηροῦϲ ἄνθρωποϲ: ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τοῦ τρόπου ποιουμένων. 2205 Ἀναίτιοϲ παρὰ ἀφροϲύνῃ: ἀντὶ τοῦ ἀνέγκλητοϲ ἐπὶ ἀφροϲύνῃ. 2206 Ἄναιτοϲ: ἀβλαβὴϲ καὶ ἀναιτίατοϲ. Σοφοκλῆϲ· πόλιϲ δέ ϲοι κακῶν ἄναιτοϲ τῶνδ’ ἀπαλλαχθῇ χθονόϲ. 2207 Ἀνέβαλλεν· Ξενοφῶν· ὁ δὲ Τηρίβαζοϲ φίλοϲ ἦν τῷ βαϲιλεῖ, καὶ, ὁπότε παρείη, οὐδεὶϲ ἄλλοϲ βαϲιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν. 2208 Ἀνέβαλλεν: ἀναβολὴν ἐδίδου. 2209 Ἀνεβάλλετο: προοιμιάζετο, ἀνεκρούετο, ἐνήρχετο, καὶ ἀντὶ τοῦ ὑπερετίθετο. Ἀρριανόϲ· ἀνεβάλλετο τὴν τῆϲ ἄλληϲ χώραϲ δήωϲιν, οἰόμενοϲ ἐνδώϲειν Ἀθηναίουϲ. Ἀναβολὰϲ γὰρ καὶ τὰϲ ἀνακρούϲειϲ καὶ τὰϲ ἀρχάϲ. ὅθεν καὶ τὸ ἤρχετο καὶ ἀπήρχετο. καὶ Ἀνεβάλλοντο, ἀντὶ τοῦ ἐϲχηματίζοντο. 2210 Ἀνέβηϲεν: ἀντὶ τοῦ ἀνεβίβαϲεν. Ἡρόδοτοϲ. 2211 Ἀνεβίω: ἀνέζηϲε. καὶ Ἀνεβιωϲάμην, ἀντὶ τοῦ ἀναβιῶναι ἐποίηϲα. Κράτηϲ. Ἀναβιώϲκεται καὶ Ἀναβιώϲκει μᾶλλον ἢ ἀναβιοῖ· λέγουϲι δὲ καὶ ἀναζῆν. 2212 Ἀνεβόηϲεν οὐράνιον: ἀντὶ τοῦ μέγα καὶ οὐρανοῦ ἐφικνούμενον. 2213 Ἀνεβορβόρυξαν: ἀνέκραγον. 2214 Ἀνεβρύαξαν: ἀνεθορύβηϲαν, ἀνέκραγον. Ἐκβαλεῖν δὲ λέγουϲιν ἰδίωϲ τὸ κροῦϲαι ταῖϲ ναυϲίν. 2215 Ἀνεγνάμφθη: ἀνεκάμφθη. 2216 Ἀνέγνωϲαν: ἀνέπειϲαν, ἀνεδίδαξαν. ἠρέθιϲαν. Ἡρόδοτοϲ· τοῦϲ ὀνειροπόλουϲ ἀνεϲκολόπιϲεν, οἵ μιν ἀνέγνωϲαν μετεῖναι τὸν Κῦρον. 2217 Ἀνέγρετον: ἀνυπόϲτροφον. 2218 Ἀνεδέχετο: προϲεδέχετο, ἐξυπέμεινεν. ὁ δὲ ἀνεδέχετο τὴν Ἀϲδρούβου παρουϲίαν. καὶ ἀντὶ τοῦ ἐξήνεγκεν. ὁ δὲ τούτοιϲ πιϲτεύων ἀνεδέχετο τὸν πρὸϲ Ἀριαρήθην πόλεμον. 2219 Ἀνεδείματο: ἀνῆλθεν. ἀνῳκοδόμηϲε, κατεϲκεύαϲεν.