Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2220
Not analysed yet
2220 Ἀνέδην: δαψιλῶϲ, ἀκωλύτωϲ, κατακόρωϲ, ὡϲ ἔτυχεν. Ἀρριανόϲ· οἱ δὲ τοῖϲ φρέαϲι φύλακαϲ ἐπέϲτηϲαν, ὡϲ μὴ ἀνέδην ὅπωϲ τιϲ ἐθέλοι ὑδρεύεϲθαι, ἀλλ’ ἐϲ τὸ κοινὸν ξυλλέγεϲθαι πᾶν ὅϲον περ ἀνιμῷτο τοῦ ὕδατοϲ· ἐκεῖθεν δὲ διανομὴν γίνεϲθαι τὴν ἴϲην ἑκάϲτοιϲ. καὶ αὖθιϲ· τὸ δίθυρϲον, τὸ λογχωτὸν, καὶ τὸ περιϲφύριον, οἷϲ ἀνέδην ἐβάκχευεν, ὅτ’ ἐϲ Διόνυϲον ἐφοίτα. καὶ αὖθιϲ· τὸ ἱερὸν περιϲτοιχίϲαντεϲ οὐκ εἴων τοὺϲ βουλομένουϲ καὶ δεομένουϲ τοῦ Πιθίου ἀνέδην παριέναι. ἀντὶ τοῦ ἀκωλύτωϲ. καὶ αὖθιϲ· ἀνέδην ἐξεπόρθουν μετὰ ἀγριότητοϲ ἅπαντεϲ. καὶ αὖθιϲ· ὁ δὲ ἀνέδην διητᾶτο.