Ancient Greek · ~2 min
1.2221 to 1.2230
Suda, Suidae lexicon 1.2221-2230
Not analysed yet
2221 Ἀνεδήϲατο: ἀπηνέγκατο. ὁ δὲ τὰ πρακτέα ὀρθῶϲ διατάττων πολλὰϲ ἀνεδήϲατο νίκαϲ. 2222 Ἀνεδίδοτο: ἀνεπέμπετο. καὶ Ἀνεδίδου, ϲυνεβούλευεν. ὁ δὲ ϲυναθροίϲαϲ τοὺϲ φίλουϲ ἀνεδίδου διαβούλιον, τί δέον εἴη πράττειν. 2223 Ἀνέδουν: ἐϲτεφάνουν, ἀνεδέϲμευον. προϲιόντεϲ δὲ αὐτῶν ἐταινίαζον οἱ νηϲιῶται καὶ ἀνέδουν. 2224 Ἀνέδρ|αμεν: ἀντὶ τοῦ ηὐξήθη. Ἡρόδοτοϲ. 2225 Ἀνεζεύγνυ: ἀνέϲτρεφεν. Ἀππιανόϲ· ὁ δὲ μετὰ πολλῆϲ λείαϲ ἀνεζεύγνυ. 2226 Ἀνεζωπυρήθη: διεθερμάνθη. 2227 Ἀνέηκεν: ἀνέπειϲεν. 2228 Ἀνέθει: ἀνέτρεχεν. καὶ ἀνέθορεν. 2229 Ἀνεθουϲία: ἐμαίνετο. 2230 Ἀνεθυμιᾶτο: ἀνενεοῦτο. καὶ πρῶτον μὲν ἀρτύϲαι φόνον Λυϲιμάχῳ, ὃϲ ἦν υἱόϲ Ἀρϲινόηϲ. μετὰ ταῦτα πολλῆϲ ἐπαγομένηϲ ὕβρεωϲ, ἀνεθυμιᾶτο πάλιν ἐν τοῖϲ πολλοῖϲ τὸ προϋπάρχον μῖϲοϲ.