Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2231
Not analysed yet
2231 Ἀνέκαθεν: κατὰ τὴν ἄνωθεν ἀκολουθίαν. ἢ ἀνέκαθεν, μακρόθεν. τοιοῦτοϲ οὖν εἰϲ ἡμᾶϲ κατήντηκε λόγοϲ, ἀνέκαθεν ἐκ πατρὸϲ παιδὶ παραδεδομένοϲ, περὶ τοῦ ἁγίου Διονυϲίου, ὡϲ ὅτι κατὰ τὸν τοῦ ϲωτηρίου πάθουϲ καιρόν, ἡνίκα μεϲούϲηϲ ἡμέραϲ ὁ ἥλιοϲ ἐκρύπτετο, τῷ παραδόξῳ ϲφόδρα τεθηπὼϲ. καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼϲ γνῶϲιν, κατανοήϲαϲ τὸ γεγονόϲ, ἄγνωϲτοϲ, ἔφη, θεὸϲ πάϲχει, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωται καὶ ϲεϲάλευται.