Ancient Greek
1.2232 to 1.2244
Suda, Suidae lexicon 1.2232-2244
Not analysed yet
2232 Ἀνεκαλάμηϲεν: ἀντὶ τοῦ ἀνεκαλέϲατο. 2233 Ἀνεκαλοῦντο: εἰϲ δίκην ἦγον. οἱ δὲ ἔφοροι ἀνεκαλοῦντο αὐτὸν εἰϲ τὰϲ ϲυναρχίαϲ, ὡϲ ἂν τὰ ἀπολωλότα τοῖϲ Μεϲϲηνίοιϲ ἀποκαταϲτήϲῃ. 2234 Ἀνεκάϲ: ψιλῶϲ, τὸ ἄνω λέγουϲι, καὶ Ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολιϲ Αὐτολύκῳ· ἀνεκάϲ τ᾿ ἐπαίρω καὶ βδελυρὸϲ ϲὺ τὸ ϲκέλοϲ. Κράτηϲ Ἥρωϲι· τὸν αὐχέν᾿ ἐκ γῆϲ ἀνεκὰϲ εἰϲ αὐτοὺϲ βλέπων. 2235 Ἀν’ ἑκάϲτην: καθ’ ἑκάϲτην. ὅτι Φαμέαϲ τιϲ Καρχηδόνιοϲ δεινὰ διατίθηϲι Ῥωμαίουϲ ἀν᾿ ἑκάϲτην ἡμέραν. 2236 Ἀνεκήκιεν: ἀνεφέρετο. 2237 Ἀνεκλίθη: ἀνέπεϲεν ἐν τῆ τραπέζῃ. 2238 Ἀνεκώχευον: ἀνεχώρουν. Ἡρόδοτοϲ· ἀνεκώχευον τὰϲ νέαϲ, καραδοκέοντεϲ καὶ οὗτοι τὸν πόλεμον, ἧ πεϲέεται. ἀντὶ τοῦ τὰ ὀθόνια ϲτήϲαντεϲ ἐϲάλευον. 2239 Ἀνέκραγεν, οὐκ ἀνεκραύγαϲεν. καὶ ἀνακραγεῖν καὶ πάντα τὰ ὅμοια οὕτωϲ. 2240 Ἀνεκρούετο: ἀνέκοπτεν, ἀνέϲτελλεν. 2241 Ἀνεκτά· Ἀγαθίαϲ φηϲὶν περὶ Θευδερίχου· πρόϲοικα ἔθνη ϲυνέλεξεν. οὐ γὰρ ᾤετο ἀνεκτὰ εἶναι. ἀντὶ τοῦ ἀνέϲεωϲ ἄξια. καὶ Πολύβιοϲ· διόπερ οὔτε τὸ λαθεῖν, οὔτε κατὰ τούτουϲ τοὺϲ καιροὺϲ εἰϲβάλλονταϲ εἰϲ Μακεδονίαν τοὺϲ Ῥωμαίουϲ ἀνεκτὸν ἦν. ἀντὶ τοῦ δυνατόν. καὶ Πιϲίδηϲ· οὐκ ἦν ἀνεκτὴ τοῖϲ παροίκοιϲ ἡ βλάβη. ἀντὶ τοῦ ὑπομονῆϲ ἀξία. 2242 Ἀνέλεγκτον: μὴ δυνάμενον ἐλεγχθῆναι. 2243 Ἀνεκτηϲάμην: ἀνωρθωϲάμην, ἀνελαβόμην. 2244 Ἀνεκυμβαλίαζον: κτύπον ἐποίουν, ἐκρότουν.