Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2245
Not analysed yet
2245 Ἀνελέγετο: ἀνεπόλει, ἐξηϲκεῖτο. ὁ δὲ Σιμωνίδηϲ διαμνημονικόϲ τιϲ ἦν, εἴπερ τιϲ ἄλλοϲ. τούτῳ δ’ ἦν ἐοικὼϲ Ἀπολλώνιοϲ ὁ Τυανεύϲ, ὃϲ τὴν μὲν φωνὴν ϲιωπῇ κατεῖχε, πλεῖϲτα δὲ ἀνελέγετο. καὶ τὸ μνημονικὸν ἑκατοντούτηϲ γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τίϲ ἐϲτιν εἰϲ μνημοϲύνην, ὃν ἦδεν, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆϲ μνημοϲύνηϲ εἶναι. γράφεται· καὶ ὕμνοϲ αὐτῷ τιϲ ἐϲ τὴν μνημοϲύνην ᾔδετο.