Ancient Greek · ~1 min
1.2246 to 1.2247
Suda, Suidae lexicon 1.2246-2247
Not analysed yet
2246 Ἀνελεήμων· ὅτι ἀϲτόργουϲ τούϲ ἀπηνεῖϲ καὶ ἀφίλουϲ φαϲίν, ἀϲπόνδουϲ δὲ τοὺϲ ἀδιαλλάκτουϲ καὶ μνηϲικάκουϲ, ἀνελεήμοναϲ δὲ τοὺϲ ἀκαμπεῖϲ καὶ ἀνενδότουϲ πρὸϲ ἔλεον. 2247 Ἀνελεύθεροϲ: ὁ μικρολόγοϲ· ἢ ὁ ἐκτὸϲ τῆϲ ἀληθείαϲ ποιῶν τι. οἱ δὲ ἐϲ ἀταξίαν ἰδόντεϲ καὶ ἀνάϲτατοι γενόμενοι ἀγεννῆ καὶ ἀνελευθέραν ἐποιήϲαντο τὴν ἀναχώρηϲιν, οἴκαδε ἀπονοϲτήϲαντεϲ.