Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2248
Not analysed yet
2248 Ἀνελεῖν: ἀνατρέψαι. πρεϲβεύονται, πρῶτον τὸ κατὰ Μεγαρέων ψήφιϲμα ἀνελεῖν κελεύοντεϲ καὶ τοὺϲ Ἕλληναϲ αὐτονόμουϲ ἀφιέναι. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶϲ, ὅπερ ἄν τιϲ ἀναλαμβάνοιτο. Ἀνελοῦϲα γὰρ τὸν νόμον ἐξειροτόνηϲεν αὐτήν· τοῦτο τὸ χωρίον Δημοϲθένηϲ μὲν ἐν τῷ κατ᾿ Ἀνδροτίωνοϲ εἶπε· διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡϲ προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὑτῇ αὐτὴν λέγει κατ᾿ αἰτιατικήν. καὶ μὲν κατ᾿ αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦϲα τοῦτον τὸν νόμον ἤτοι παραβᾶϲα διαχειροτονίαν περὶ ἑαυτῆϲ ἔδωκεν, ὅτι χρὴ ϲτεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦϲα τοῦτον τὸν νόμον ἐχειροτόνηϲεν ἐκεῖνον ἑαυτῇ.