Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2337
Not analysed yet
2337 Ἄνετέ μ᾿, ἄνετε παρήγοροι. τάδε γὰρ ἄλυτα κεκλήϲεται. οὐδέποτ᾿ ἐκ καμάτων παύϲομαι, ἀνάριθμοϲ ὧδε θρήνων: Σοφοκλέου ἐξ Ἠλέκτραϲ πρὸϲ τὸν χορόν. ἀντὶ τοῦ ἐάϲατε, παύϲαϲθέ με παραμυθούμεναι, ὅ ἐϲτιν ἐπιτρέπετε ὀδύρεϲθαι καὶ αὔξετέ μου διὰ τῆϲ παραμυθίαϲ τὸν ὀδυρμόν. τὸ γὰρ θρηνεῖν τόν πατέρα ἄλυτόν μοι ἔϲται, ὅ ἐϲτιν οὐδέποτε παύϲομαι, ἀλλ᾿ ἀεὶ ἐν τῷ θρηνεῖν ἔϲομαι· οἷον οὐκ ἀριθμοῦϲα αὐτοὺϲ, ἀλλὰ δαψιλῶϲ χρωμένη. ἐν ὑπονοίᾳ δὲ κεῖται ἀνάνομοϲ, οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖϲ καὶ οὔποτε χωρὶϲ οὗϲα τῆϲ τῶν δακρύων νομῆϲ. κεῖται δὲ καὶ ἀνάριθμοϲ, τουτέϲτιν ἐν θρήνοιϲ ἀριθμηθήϲομαι, ἀεὶ θρηνοῦϲα. 2338 Ἀνετίμων· τὸν πόλεμον τὸν πρὸϲ Ἀντώνιον ἐϲόμενον ὑπετόπουν καὶ διὰ τοῦθ’ ἑαυτοὺϲ ἀνετίμων οἱ ϲτρατιῶται.