Ancient Greek · ~8 min
1.2338 to 1.2356
Suda, Suidae lexicon 1.2338-2356
Not analysed yet
2339 Ἀνέτλη: ἔπαθεν, ἡπέμεινεν. παραβὰϲ δὲ τῆϲ ἀρᾶϲ ἀνέτλη. καὶ αὖθιϲ· ἀνέτληϲαν γοῦν πολλὰ καὶ ποικίλα καὶ πανδημεὶ καὶ ἰδίᾳ ἕκαϲτοϲ. 2340 Ἄνετον: Ὑπερίδηϲ τὸ ἀνειμένον θεῷ ἱερόν. λέγεται δὲ καὶ ἄνετοϲ βίοϲ, ὁ ἀνειμένοϲ καὶ μαλακόϲ. 2341 Ἀνετύφετο: ὑπεκαίετο, διηγείρετο. καὶ γὰρ ἀπαραίτητόν τι μέγεθοϲ αὐτοῖϲ ὑπετύφετο φιλοτιμίαϲ λαβεῖν τὸν ἀρχιλῃϲτήν. 2342 Ἀνευάϲαι: τὸ εὐοῖ ᾆϲαι. ἔϲτι δὲ τοῦτο ὕμνοϲ εἰϲ Διόνυϲον. 2343 Ἀνευθέτου: ἀχρήϲτου. 2344 Ἀνεύθυνοϲ: ἀκατάκριτοϲ. ὁ δὲ ἀνεύθυνον ἐπ᾿ αὐτοῖϲ τὴν ἐξουϲίαν λαβών. 2345 Ἄνευ ξύλου μὴ βαδίζων: περὶ Κλεομένουϲ λέγει· ὃϲ ϲτρατηγὸϲ ὢν Ἀθηναῖοϲ προϲεποιεῖτο πρὸϲ τοῖϲ ἄλλοιϲ κακοῖϲ καὶ μανίαν, εἰδὼϲ ὅτι μιϲεῖται παρὰ τῶν πολιτῶν. διὸ καὶ βακτηρίαν ἔχων περιῄει δι᾿ ἧϲ ἠμύνετο τοὺϲ ἐπερχομένουϲ αὐτῷ. 2346 Ἀνεῦρον· καὶ ἀνεῦρον τήν τε Μαριὰμ καὶ τὸν Ἰωϲήφ. ὅτι ἡ ἀνὰ πρόθεϲιϲ χάριν κόϲμου κεῖται· ὥϲπερ καὶ τὸ κερδαίνω, παρακερδαίνω, καὶ κληρονομῶ. ἀποκληρονομῶ. τῆϲ αὐτῆϲ ἐϲτι νοήϲεωϲ καὶ τὸ ἐτρύγηϲα καὶ ἀπετρύγηϲα. 2347 Ἀνευφημῶ ϲε. 2348 Ἀνευφήμηϲεν: ἀντὶ τοῦ ἐθρήνηϲε. Πλάτων. 2349 Ἀνέφαπτον: ἀψηλάφητον. ἀλλ᾿ ὥϲπερ τι ἐξ οὐρανοῦ πάθοϲ ὅλῳ τῷ γένει ἐπιπεϲὸν ἀνέφαπτον οὐδένα παντελῶϲ εἴαϲαν. 2350 Ἀνέφαινον: φανερὸν ἐποίουν. 2351 Ἀνέφελον: ὑπὸ μηδεμιᾶϲ νεφέληϲ κρυβῆναι δυνάμενον. Σοφοκλῆϲ· ἀνέφελον ἐπέβαλεϲ οὔποτε καταλύϲιμον, οὐδέποτε ληϲόμενον ἡμέτερον οἷον ἔφυ κακόν. ἀντὶ τοῦ οὐ καταλυόμενον, λήθηϲ τυχεῖν μὴ δυνάμενον. 2352 Ἀνέφερε: διεδείκνυτο, ἀνήγετο. ὁ δὲ πρῶτοϲ εἰϲελαύνει θραϲὺν ἵππον ἔχων καὶ γενναῖον, καὶ μόλιϲ ἀνέφερεν ὑπὲρ τοῦ κλύδωνοϲ. καὶ αὖθιϲ· τὰ μὲν αὖοϲ ἦν ὑπὸ τοῦ φόβου, τὰ δὲ ἀνέφερεν αὐτὸν ἡ ἐκ τοῦ θεοῦ πρόϲταξιϲ. 2353 Ἀνέφερεν: ἀνέπεμπεν. ὅϲ γε οὐ πρὸϲ τὴν παρατρέχουϲαν καὶ κενὴν δόξαν ἀνέφερε τὸν ἑαυτοῦ βίον, ἀλλὰ πάντα εἰϲ τὸ θεῖον ὑπερτιθεὶϲ ἐκεῖθεν πάντα ἔπραττεν. 2354 Ἀνέφερε: παρεμυθεῖτο, παρεκάλει. 2355 Ἀνέφερον: ἀνεμιμνήϲκοντο. ἀνέφερον τοὺϲ ἐπιτηδείουϲ, ὅπου τιϲ εἶεν, ἢ Ἀνέφερον, ἑαυτὸν ἀνεκτώμην. διὰ ταῦτα ῥᾴων ἦν, καὶ ἀνέφερον. ἀντὶ τοῦ ἤμην. καὶ αὖθιϲ· διὰ δὲ τὸ βάροϲ τῶν ὅπλων ἐκ τῶν καταδυομένων ἀνέφερεν οὐδὲ εἷϲ. 2356 Ἀνέφικτον: ἀκατάληπτον.