Ancient Greek · ~2 min
1.2357 to 1.2362
Suda, Suidae lexicon 1.2357-2362
Not analysed yet
2357 Ἀνεφρόνηϲεν: ἐκ τῆϲ μέθηϲ ἀνένηψεν. ἐπεὶ δ’ ἀνεφρόνηϲε καὶ τὸ τολμηθὲν ἐϲκοπεῖτο καὶ ἐνενόει τὸ ἀϲέβημα, διπλαῖ ἔννοιαι τοῦτον εἰϲήεϲαν. 2358 Ἀνέφυ: ἀνέζηϲεν. 2359 Ἀνεφυϲῶντο: ἀντὶ τοῦ μετεωρίζοντο. 2360 Ἀνεχαίτιϲεν: ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν. 2361 Ἄνεχε: ἀντὶ τοῦ πάρεχε. Θεόπομποϲ. ἄνεχέ μοι τὴν χεῖρα. 2362 Ἀνέχει: ϲῴζει· οὐχ ὥϲ τινεϲ ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδηϲ· αἱ περιουϲίαι τῶν χρημάτων τοὺϲ πολέμουϲ ἀνέχουϲιν. ἀντὶ τοῦ ϲῴζουϲι. καὶ αὖθιϲ τὴν πορθουμένην ἀνέχονται ϲιγήν. ἢ Ἀνέχειν, βαϲτάζειν. ὡϲ τὸν πηλὸν ἐϲ ἀχανὲϲ ἐκπίπτειν βάθοϲ καὶ μηδὲν ἐπιπολῆϲ ἀνέχειν δύναϲθαι.