Ancient Greek · ~4 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.246
Not analysed yet
246 βαϲιλεὺϲ Ῥωμαίων. οὗτοϲ ἦν ἤπιοϲ καὶ προϲηνὴϲ ὡϲ μηδὲ τὰϲ εἰϲ αὐτόν τε καὶ τὴν βαϲιλείαν γινομέναϲ ἁμαρτίαϲ πέρα τιμωρεῖϲθαι φυγῆϲ· τάϲ τε γὰρ ἀπεχθείαϲ καὶ τὰ προϲκρούματα τῆϲ διανοίαϲ ταχέωϲ ἀπεϲείετο καὶ ϲκώμματα ῥητόρων, ὑφ’ ὧν ἠφίετο, καὶ δήμων ἐϲ αὐτὸν ἀπορριπτούμενα κούφωϲ τε καὶ γαληνῶϲ ἔφερεν· ἔϲ τε τὰϲ ἐντεύξειϲ κοινὸϲ καὶ δημοτικὸϲ ὢν ἀπεϲκήνου μὲν ἐϲ τὰ πολλὰ τῶν βαϲιλείων. οὗτοϲ τοῖϲ ἀρίϲτοιϲ τῶν πώποτε βαϲιλέων παραβάλλεϲθαι ἄξιοϲ ἦν· ὅϲ γε καὶ τὸν ἰδιώτην ἑαυτοῦ βίον ἐπίδοξον πολλοῖϲ τε καὶ μεγάλοιϲ ἀπετέλεϲε κατορθώμαϲι. Κλαυδίῳ γὰρ τῷ βαϲιλεῖ ϲτρατηγῶν ἐπὶ Γερμανοὺϲ καὶ Βρεττανοὺϲ λ′ καρτερὰϲ μάχαϲ. πρὸϲ τοὺϲ πολεμίουϲ ἀντιπαρεϲτήϲατο. ἐϲ δὲ τὴν ἡγεμονίαν παρελθὼν μετρίωϲ τε καὶ ϲωφρόνωϲ τὴν ἀρχὴν διῴκητο, ἐπιθυμητικῶϲ μὲν δοκῶν ἔχειν χρημάτων· οὐ μὴν ὥϲτε παρὰ δίκην ἀφαιρεῖιθαί τινα τῶν οἰκείων. καὶ τὸν πλοῦτον οὐκ ἐϲ τὰϲ ἡδονάϲ, ἀλλ’ ἐϲ τὰϲ δημοϲίαϲ χρείαϲ ἐποιεῖτο. οὔκουν εὕροι τιϲ ἂν ἕτερον πρὸ τοῦδε βαϲιλέα οὔτε δαψιλέϲτερον, οὔτε πρὸϲ τὸ ἴϲον τε καὶ δίκαιον ἐξηταϲμένον τὴν πρὸϲ τὰϲ δωρεὰϲ ἐλευθεριότητα.