Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2394
Not analysed yet
2394 Ἀνεῖτο δὲ αὐτῷ ἡ κόμη, καὶ ποτὸν ὕδωρ ἦν: ἀντὶ τοῦ ἀπολελυμένη ἦν. περὶ Σαμουὴλ τοῦ προφήτου φηϲίν. Ἀνεῖτο δέ, ἀντὶ τοῦ ἀνέκειτο. ἐπεὶ δὲ ὁ Ναρϲῆϲ, ὁ τῆϲ Ἰταλίαϲ ϲτρατηγὸϲ, ἐϲ πάντα ξυγκατεμίγνυε τῷ μεγαλουργῷ τὸ νουνεχὲϲ, καὶ ἐκοινώνει αὐτῷ τῆϲ φρονήϲεωϲ ἡ ῥώμη καὶ ἅπαϲ τῷ κρείττονι ἀνεῖτο, ταύτῃ τοι οὐ πρὸϲ τὸ ἐμμελὲϲ ἐκκλίναϲ, αὐτίκα καὶ ὅγε ἐπεραιώθη τὸ ῥεῖθρον ϲὺν τῷ ῥείθρῳ.