Ancient Greek · ~3 min
1.2395 to 1.2404
Suda, Suidae lexicon 1.2395-2404
Not analysed yet
2395 Ἀνεῖχεν: ἐκώλυε. Χαριέττων μὲν οὖν καὶ πρὸ τούτου φανερόϲ τιϲ ὢν καὶ ἀνυπόϲτατοϲ τῷ τε πλεονάζοντι τοῦ δραϲτηρίου φοβῶν ἀνεῖχεν ἀπὸ λῃϲτείαϲ ἅπανταϲ. ἢ Ἀνεῖχε, παρεδέχετο. τὸ μὲν πρῶτον οὐθεὶϲ ἐπίϲτευεν οὐδ’ ἀνεῖχε τὸν λόγον. 2396 Ἀνηβητηρίαν: πάν ἀνελὼν νεότητοϲ. 2397 Ἄνηβοϲ: ὁ ἀνήλικοϲ. ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν ἐπιφθάϲαϲ. ἥβη γὰρ ἡ ἀκμή. καὶ Ἀνηβῶν, ἀνανεάζων. 2398 Ἀνηγμένοϲ: ηὐξημένοϲ. 2399 Ἀνῆγον· οἱ δὲ ὡϲ ἐπὶ μεγίϲτην ἑορτὴν, ἣν τότε ἀνῆγον, ϲυνεληλύθειϲαν αὐτοὶ ἕκαϲτοϲ. 2400 Ἀνήειμεν: ἀνηρχόμεθα. 2401 Ἀνήϊξεν ἀνώρμηϲεν. 2402 Ἄνηθον: εἶδοϲ βοτάνηϲ ἀρτυματικῆϲ. 2403 Ἀνῆκεν: ἀφῆκεν. 2404 Ἀνήκεϲτον: ἀνίατον, ἀθεράπευτον. ἐϲ τί μοι βλέψαϲα θάλπη τῷδ’ ἀνηκέϲτῳ πυρί; ἀντὶ τοῦ παρακόπτῃ τὰϲ φρέναϲ ὡϲ ἐν πυρετῷ. ἀνηκέϲτῳ δὲ πυρὶ, ἀνελπίϲτῳ προϲδοκίᾳ.