Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2405
Not analysed yet
2405 Ἀνήκει: Ἀντιφῶν ἀντὶ τοῦ καθήκει, Ἀμειψίαϲ δὲ ἀνῆκα ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδηϲ δὲ ἀνήκουϲιν ἀντὶ τοῦ τελευτῶϲι, λήγουϲι. καὶ Δημοϲθένηϲ ἀνήκοντοϲ ἀντὶ τοῦ διαφέροντοϲ. καὶ Ἀνήκοντεϲ, ἀνελθόντεϲ. τῆϲ μὲν ἐν τῷ λέγειν δυνάμεωϲ οὐκ ἐπὶ τοϲοῦτον ἀνήκοντεϲ, ὥϲτε μέγα τι καὶ λαμπρὸν ἀπ᾿ αὐτοῦ δυνηθῆναι εἰϲ ὄχλων προαγωγήν, τῷ γε μὴν κατεϲκληκότι τοῦ βίου καὶ τῇ εἰϲ μετριότητα πλάϲει τῶν ἠθῶν μέγα δυνηθέντεϲ οὐκ ἐλάχιϲτα καὶ οὗτοι πλήθη περιεβάλλοντο. Ἀνῆκον δὲ τὸ πρέπον.