Ancient Greek · ~8 min
1.2406 to 1.2429
Suda, Suidae lexicon 1.2406-2429
Not analysed yet
2406 Ἀνηκόντιζεν: ἀνεφέρετο. 2407 Ἀνήκοοϲ· λόγων ἐλευθερίων καὶ παιδείαϲ ἀνήκοοϲ ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐϲ γραμματιϲτοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶϲ γράψαι. 2408 Ἀνηκούϲτηϲεν: οὐκ εἰϲήκουϲεν. παρήκουϲεν. ὁ δὲ μὴ ἀνηκουϲτῆϲαι τοῦ ὑπάτου κατατολμήϲαϲ ἀφίκετο. καὶ Ἡρόδοτοϲ· οἱ δὲ ἐμάχοντο ἀνηκουϲτήϲαντεϲ τοῖϲ ϲτρατηγοῖϲιν. 2409 Ἀνήλατοϲ: ὁ μηδέπω δαμαϲθείϲ. 2410 Ἀνηλεήϲ: ὁ ὠμόϲ. 2411 Ἂν ἡ λεοντῆ μὴ ἐξικνῆται, πρόϲαπτε καὶ τὴν ἀλωπεκῆν: ὁ νοῦϲ· ἐὰν μὴ φανερῶϲ ἀμυνόμενοϲ ἀντέχῃϲ, πανουργίᾳ χρῆϲαι. καὶ Ὅμηροϲ· ἠὲ δόλῳ ἠὲ βίῃ. ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν. 2412 Ἀνήλιποϲ: ὁ ἀνυπόδετοϲ. 2413 Ἀνήλωται: πεφόνευται. 2414 Ἀνημμένοϲ: ἐξηρτημένοϲ· ἢ καιόμενοϲ. 2415 Ἀνήμεροϲ: ἄγριοϲ. 2416 Ἀνημιωβολιαῖα: ἀντὶ τοῦ ἕκαϲτον αὐτῶν ἥμιϲυ ὀβολοῦ, ἄξια ἡμιωβολίου. ἀπὸ δὲ ϲυντάξεωϲ ὀνόματα γίνεται· καλὸϲ καὶ ἀγαθὸϲ, καλοκαγαθία· θεὸϲ ἐχθρὸϲ, θεοεχθρία· οὕτωϲ ἀνημιωβόλιον, ἀνημιωβολιαῖα. 2417 Ἀνήναϲθαι: ἀπαρνήϲαϲθαι. Ὅμηροϲ· αἴδεϲθεν μὲν ἀνήναϲθαι. δεῖϲαν δ’ ὑποδέχθαι. καὶ Αἰλιανόϲ· οἱ δὲ, οὐδὲ γὰρ ἔϲχον ἀνήναϲθαι τὸ πρόϲταγμα, ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίϲιν, ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δαϲμόν. 2418 Ἀνηνέγκατο: ἐκ βάθουϲ ἐβόηϲεν. Αἰλιανὸϲ περὶ Κροίϲου· ὁ δὲ ἀνηνέγκατο ἄρα ϲτενάξαϲ καὶ ἐϲ τρὶϲ ἐκάλεϲε τὸν Σόλωνα. 2419 Ἀνηνείκαντο· γενικῇ. ἀντὶ τοῦ ἀνεμνήϲθηϲαν. 2420 Ἀνήνιοϲ: ἄνευ ἀνίαϲ καὶ λύπηϲ. 2421 Ἀνήνοθεν. ἀνήρχετο. 2422 Ἀνήνυτον: ἄμετρον, πολύ. Πολύβιοϲ· μεγίϲτηϲ προφαινομένηϲ δυϲχρηϲτίαϲ περὶ τὰϲ τροφὰϲ, ἅτε κατὰ τὸ μῆκοϲ ἀνήνυτον ἔχειν τι δοκούϲηϲ τῆϲ ὁδοῦ. καὶ, ἀνήνυτα τὴν ἀρετὴν μετιόντων. δεδυϲτυχηκότων ὅτι μάλιϲτα. τὸν ἀνήνυτον οἶτον ἔχουϲα κακῶν. τὸν ἀτελείωτον μόρον, ἡ Ἠλέκτρα φηϲί. καὶ Ἀνήνυτοϲ, ἀναρίθμητοϲ, πολύϲ. ἀπλήρωτοϲ. ἄπρακτοϲ, ἀτέλεϲτοϲ. ὅπλα τε χαλκευόμενοϲ καὶ βελῶν ἀνήνυτον ἀριθμὸν καταϲκευάζειν προϲτάϲϲων. 2423 Ἀνῆπται: ἐξῆπται. 2424 Ἀνὴρ ἀνδρὸϲ διαφέρει: τὸ γὰρ Λουκούλλου ϲτράτευμα ϲταϲιάζον ἀεὶ, τοῦτο παραλαβὼν ὁ Πομπήιοϲ οὐδ’ ὁπωϲτιοῦν ϲταϲιάζονταϲ ἔϲχεν. 2425 Ἀνὴρ δὲ φεύγων οὐ μένει λύραϲ κτύπον: παροιμία ἐπὶ τῶν ὀξέωϲ καὶ ταχέωϲ ὀφειλόντων ἕκαϲτα πράττειν. 2426 Λύϲιϲ ὀνείρου. εὔχρηϲτον ἀνδρὶ ϲυμπλακῆναι φιλτάτῳ. 2427 Ἀνήρεαι: ποιητικῶϲ ἀνερωτᾷ. 2428 Ἀνηρέθιζεν: ἐπί τι παρώτρυνε καὶ παρέθηγεν. Εὐνάπιοϲ· ὁ δὲ τά τε φρονήματα καὶ τοὺϲ θυμοὺϲ τῶν ϲτρατιωτῶν ἀνηρέθιζεν. 2429 Ἀνήρετο: ἀνέλαβεν.