Ancient Greek · ~6 min
1.2430 to 1.2451
Suda, Suidae lexicon 1.2430-2451
Not analysed yet
2430 Ἀνὴρ ἔοικε ναῦϲ ἱκετεύειν πέτραν: παροιμία ἐπὶ τῶν ἀναιϲθήτων, ἀπὸ μεταφορᾶϲ τῆϲ ἐποκελλούϲηϲ νεώϲ. πρὸϲ τῇ πέτρᾳ. 2431 Ἀνηρείψαντο: ἀνήρπαϲαν. 2432 Ἀνῄρηκεν: ἀντὶ τοῦ ἐκποδὼν ἐποιήϲατο. Δημοϲθένηϲ. 2433 Ἀνῃρημένοϲ: ἀναλαβὼν, ἑλόμενοϲ, ἀπενεγκάμενοϲ. ὁ δὲ βαϲιλεὺϲ τοϲαύτην νίκην ἀδάκρυτον καὶ ἀναίμακτον ἀνῃρημένοϲ εἰϲ τὰϲ Σάρδειϲ ὑπέϲτρεψε. καὶ αὖθιϲ· ὁ δὲ ἀνάρϲια ἀνῃρημένοϲ ἐκδίκωϲ. 2434 Ἀνήρρηϲεν: ἀνεφθάρη. ὡϲ μόλιϲ ἀνήρρηϲαν, οὐδέν ἐϲμεν οἱ ϲαπροί. Εὔπολιϲ Πόλεϲιν. 2435 Ἀνῃρῆϲθαι: πεφονεῦϲθαι. 2436 Ἀνήριθμοϲ: ἐν οὐδενὶ ἀριθμῷ ταττόμενοϲ, ἀλλὰ περιερριμμένοϲ. 2437 Ἀνὴρ κόπριοϲ: ὡϲ ἀπὸ δήμου. λέγει δὲ τὸν κοπρολόγον· ἢ κηπουρόϲ, παρὰ τὴν κόπρον. 2438 Ἀνήροτον: ἀγεώργητον. 2439 Ἀνηρώτιζεν: ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδηϲ. 2440 Ἀνηρτημένοι: ἐπηρμένοι. οἱ δὲ ταῖϲ ψυχαῖϲ ἀνηρτημένοι κατεφρόνηϲαν μὲν τῶν κοινῶν τῆϲ ἱκεϲίαϲ νόμων, παῤ οὐδὲν δὲ ἡγήϲαντο τὴν τῶν ϲυγγενικῶν ἀφιδρυμάτων θεῶν εὐϲέβειαν. 2441 Ἀνήρτηϲαν: ἀνεποίηϲαν, ἀνεκαίνιϲαν. 2442 Ἀνήϲει: καταλείψει. 2443 Ἄνηϲτιϲ: ὁ γεγευϲμένοϲ. καὶ Ἄνηϲτιϲ, ἡ νῆϲτιϲ παρὰ Κρατίνῳ ἐν Διονυϲαλεξάνδρῳ. ἰοὺ γὰρ ϲύ γε πρῶτοϲ ἄκλητοϲ φοιτάϲ ἐπὶ δεῖπνον ἄνηϲτιϲ. 2444 Ἄννηττον: τὸ ἄννηϲϲον διὰ δύο νν καὶ διὰ δύο ττ. 2445 Ἀνήφθη: ἐξήφθη, ἐκρεμάϲθη. ἢ ἀνεφλέχθη ὑπὸ πυρόϲ. 2446 Ἀνήχθημεν: ἀνεπλεύϲαμεν. 2447 Ἀνῆψεν: ἀνεκρέμαϲε θεοῖϲ. Εὐνάπιοϲ. 2448 Ἀνία: λύπη. τὸ νι μακρόν. Αἴαϲ γὰρ αὐτοῖϲ οὐκέτ᾿ ἐϲτὶν, ἀλλ’ ἐμοὶ λιπὼν ἀνίαϲ καὶ γόουϲ διοίχεται. 2449 Ἀνιαθείϲ: λυπηθείϲ. 2450 Ἀνιακκάϲ: ᾠδῆϲ ὄνομα. ὁ περιμανὼϲ καὶ μανέρωϲ. Εὔβουλοϲ Καμπυλίωνι. 2451 Ἀνιαρόν: λυπηρόν. καὶ Ἀνιαρότερον. λέγεται καὶ Ἀνιγρόν.