Ancient Greek · ~10 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2452
Not analysed yet
2452 Ἀννίβαϲ ὁ Καρχηδόνιοϲ οὕτωϲ ἐκαλεῖτο. οἱ γὰρ Καρχηδόνιοι ϲτρατηγὸν ἀπέφηναν Ἀϲδρούβαν, τὸν τοῦ Βάρκα κηδεϲτήν. ὁ δὲ Ἀννίβαν τὸν οὐ πολὺ ὕϲτερον ἀοίδιμον ἐπὶ ϲτρατηγίαιϲ, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆϲ γυναικόϲ οἱ γινόμενον ἀδελφὸν ἔχων ἐν Ἰβηρίᾳ νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέϲκοντα τῷ ϲτρατῷ ὑποϲτράτηγον ἀπέφηνε, καὶ τῆϲ τε Ἰβηρίαϲ τὰ πολλὰ προϲηγάγετο, πιθανὸϲ ὢν ὁμιλῆϲαι, ἔϲ τε τὰ βίαϲ δεόμενα τῷ μειρακίῳ χρώμενοϲ. φύϲει δὲ φιλοπόλεμοϲ ἦν ὁ Ἀννίβαϲ, καὶ οὔ ποτε ἀργίαν ἔφερεν. ὕϲτερον δὲ ἐπὶ τρυφῆϲ ἦν οὐ ϲυνήθουϲ, ἐρωμένην τε εἶχεν ἄγριοϲ ἀνήρ· καὶ εὐθὺϲ αὐτῷ κατ᾿ ὀλίγον ἐτρέπετο πάντα. φηϲὶ δὲ Πολύβιοϲ, ὡϲ Ἀννίβαϲ νέοϲ μὲν ἦν, πλήρηϲ δὲ πολεμικῆϲ ὁρμῆϲ, ἐπιτυχὴϲ δὲ ἐν ταῖϲ ἐπιβολαῖϲ, πάλαι δὲ παρωρμημένοϲ πρὸϲ τὴν κατὰ τῶν Ῥωμαίων ἔχθραν. ὅτι Ἀννίβᾳ τῷ Καρχηδονίων ϲτρατηγῷ ἐδηλώθη παρὰ Ἄμμωνοϲ, ὡϲ ἀποθανὼν γῇ καλυφθήϲεται Λιβύϲϲῃ. καὶ ὁ μὲν ἤλπιϲεν ἀρχὴν τῶν Ῥωμαίων καθαιρήϲειν καὶ ἐν Λιβύη τελευτήϲειν. Φλαμινίου δὲ τοῦ Ῥωμαίων ϲτρατηγοῦ ϲπουδὴν ποιουμένου λαβεῖν αὐτὸν ζῶντα, ἀφίκετο παρὰ Προυϲίαν ἱκέτηϲ καὶ ἀπωϲθεὶϲ ἀπ᾿ αὐτοῦ ἀνεπήδα τε ἐπὶ τὸν ἵππον καὶ γυμνωθέντοϲ τοῦ ξίφουϲ τιτρώϲκεται τὸν δάκτυλον. προελθόντι δὲ οὐ ϲτάδια πολλὰ πυρετὸϲ ἀπὸ τοῦ τραύματοϲ καὶ ἡ τελευτὴ τοῦ βίου ϲυνέβη. τὸ δὲ χωρίον, ἔνθα ϲυνέβη ἀποθανεῖν, ἐκάλουν οἱ Νικομηδεῖϲ Λίβυϲϲαν. καὶ Ἀθηναίοιϲ δὲ μάντευμα ἦλθεν ἐκ Δωδώνηϲ, Σικελίαν οἰκίζειν. καὶ οὐ πόρρω τῆϲδε λόφοϲ ἐϲτὶν ὴ Σικελία οὐ μέγαϲ. οἱ δὲ οὐ ϲυμφρονήϲαντεϲ τὸ εἰρημένον ἔϲ τε ὑπερορίουϲ ϲτρατιὰϲ προήχθηϲαν καὶ ἐϲ τὸν Συρακουϲίων πόλεμον. ὅτι θαυμαϲτόν ἐϲτι καὶ μέγιϲτον ϲημεῖον γεγονέναι τῇ φύϲει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸϲ τὸν πραγματικὸν τρόπον· ιζ΄ γὰρ ἔτη μείναϲ ἐν τοῖϲ ὑπαίθροιϲ πλεῖϲτά τε ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείϲτοιϲ ἀνδράϲιν ἀλλοφύλοιϲ χρηϲάμενοϲ ϲυνεργοῖϲ πρὸϲ ἀπηλπιϲμέναϲ καὶ παραδόξουϲ ἐπιβολὰϲ, ὑπ᾿ οὐδενὸϲ ἑκουϲίωϲ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνηϲάντων καὶ δόντων ἑαυτοὺϲ εἰϲ χεῖραϲ. ὅπερ καὶ τὰ νῦν ἐμπολιτεύεται. ὅτι τὸ μέγεθοϲ τῆϲ τοῦ Ἀννίβου νίκηϲ τῆϲ πρὸϲ Ῥωμαίουϲ καὶ τῆϲ τῶν ἐναντίων ϲυμφορᾶϲ ὑπ᾿ ὄψιν ἀγαγεῖν τοῖϲ Καρχηδονίοιϲ μηχανώμενοϲ, τρεῖϲ μεδίμνουϲ Ἀττικοὺϲ πλήρειϲ χρυϲῶν δακτυλίων εἰϲ τὴν Λιβύην ἀπέπεμψεν, οὓϲ ἄρα τοὺϲ ἱππικοὺϲ καὶ βουλευτικοὺϲ ἄνδραϲ ϲκυλεύϲαϲ ἀνῄρητο. ὅτι ἄνδρεϲ τινὲϲ Καρχηδονίων ἐπὶ καταϲκοπῇ τῶν ἐναντίων ϲταλέντεϲ ὑπὸ Ἀννίβου τοῖϲ Ῥωμαίοιϲ περιπίπτουϲιν. οὓϲ ἀχθένταϲ ὡϲ αὑτὸν ὁ Πόπλιοϲ κακὸν μὲν οὐδὲν εἰργάϲατο, περινοϲτῆϲαι δὲ κελεύει τὸ ϲτρατόπεδον καὶ δεῖπνον ἑλομένουϲ ἀποχωρεῖν ϲώουϲ, ἀπαγγελοῦνταϲ Ἀννίβᾳ τὰ περὶ τὴν ϲτρατιὰν ὡϲ ἔχει Ῥωμαίοιϲ.