Ancient Greek · ~2 min
1.2453 to 1.2460
Suda, Suidae lexicon 1.2453-2460
Not analysed yet
2453 Ἀνιγρόϲ: ὁ φαῦλοϲ. λέγεται καὶ Ἀνιγρὸν, τὸ ἀνιαρόν. 2454 Ἀνιδιτὶ καὶ Ἀνιδρωτί. χωρὶϲ ἱδρῶτοϲ. οὐ γὰρ ἀνιδρωτὶ καὶ ἀπεριμερίμνωϲ τάδε παρεϲτήϲαντο τὰ πολίϲματα. καὶ αὖθιϲ· ἀνιδρωτὶ πρὸϲ τὸ ἄριϲτον οὐκ ἤρχοντο οἱ τοῦ Γύρου ϲτρατιῶται, διὰ τὸ ἡδέωϲ ἐϲθίειν καὶ ὑγιαίνειν. καὶ ἄλλα πλεῖϲτα. 2455 Ἀνιδρωτί· ζήτει ἐν τῷ ἀπονητί. 2456 Ἀνίδρυτοι: ἀϲτήρικτοι. Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ ἀντὶ τοῦ ἀνεξίλαϲτοι. 2457 Ἀνιεμένη κόλπον: ἀνέλκουϲα καὶ ἀναχαλῶϲα τὸν πέπλον, ἀπογυμνοῦϲα τὸ κατὰ τοὺϲ μαϲτοὺϲ κόλπωμα. καὶ αἶγαϲ ἀνιεμένουϲ. 2458 Ἀνιέντα: ἐνδόντα. 2459 Ἀνιέρειοϲ: ᾧ ἱερεῖα μὴ θύεται. καὶ Ἀνίεροϲ, ὁ ἱερῶν μὴ μετέχων. 2460 Ἀνιερώϲαντεϲ: ἀναθέντεϲ.