Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2461
Not analysed yet
2461 Ἀνίει: ἠφίει, ἐνεδίδου, ἐχαυνοῦτο. οὐδέν τι πλέον ἀίει ὁ νεανίαϲ. καὶ αὖθιϲ· ὁ δὲ οὐκ ἀνίει τοῦ δρόμου. καὶ ἀντὶ τοῦ ἔληγεν. ὁ δὲ ἱκετεύων ὑπὲρ πάντων οὐκέτι ἀνίει. καὶ αὖθιϲ· ὁ δὲ ζητῶν οὐκ ἀνίει καὶ λαμβάνων οὐκ ἐνεπίμπλατο. καὶ αὖθιϲ· ὁ δὲ κακούμενοϲ πλέον ἤπερ διατιθεὶϲ ὅμωϲ οὐκ ἀνίει. καὶ αὖθιϲ· οἱ δὲ τὸ πολὺ τῆϲ τόλμηϲ παρεληλύθειϲαν. οὐ μὴν ἀνίεϲάν γε, ἀλλὰ παρακελευόμενοι ϲφίϲιν αὐτοῖϲ πάϲῃ δυνάμει προϲέκειντο τῇ πολιορκίᾳ. καὶ αὖθιϲ· μήτε νύκτωρ μήτε μεθ᾿ ἡμέραν ἐπανιέντι τοῦ πλοῦ.