Ancient Greek · ~7 min
1.247 to 1.264
Suda, Suidae lexicon 1.247-264
Not analysed yet
247"Βεϲτιάριον: παρὰ Ῥωμαίοιϲ τόποϲ, ἔνθα ἡ ἀναγκαία ἀπόκειται ἐϲθήϲ. 248 Βείδιοϲ: ὁ ἔνδοξοϲ. 249 Bειέλοπεϲ: οἱ λῶροι. 250 Bή τὸ μιμητικὸν τῆϲ τῶν προβάτων φωνῆϲ, οὐχὶ βοὶ λέγουϲιν Ἀττικοί. Κρατῖνοϲ Διονυϲαλεξάνδρῳ· ὁ δὴ λοίϲθιοϲ ὥϲπερ πρόβατον βὴ βὴ λέγων βαδίζει. 251 Βῆ: ἔβη, ἐπορεύθη. καὶ Βῆ δὲ, ἐπορεύθη. 252 Βηθανία. πόλιϲ Παλαιϲτίνηϲ· ὃ δὲ λέγει ὁ εὐαγγελιϲτὴϲ Ἰωάννηϲ, ὅτι ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, ἐϲφαλμένωϲ γέγραπται. ἡ γὰρ Βηθανία ἔνθεν ἐϲτὶ τοῦ Ἰορδάνου· ἡ δὲ Βηθαβαρὰ, ὅπου ἦν Ἰωάννηϲ βαπτίζων, πέραν ἐϲτὶ τοῦ Ἰορδάνου. γραπτέον οὖν ὀρθῶϲ οὕτωϲ· ὅτι ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο· ἀλλ’ οὐκ ἐν Βηθανίᾳ. 253 Βηθϲαϊδᾶ. 254 Βηθϲφαγή. 255 Βηθύλοϲ: εἶδοϲ ὀρνέου. 256 Βηλόϲ: βαθμὸϲ θύραϲ· ἢ οὐρανόϲ. 257 Βῆμα: ὁ λίθοϲ τοῦ δικαϲτηρίου. Ἀριϲτοφάνηϲ· τὸ δὲ βῆμα τί ϲοι χρήϲιμον ἔϲται; τούϲ κρατῆραϲ καταθήϲω καὶ τὰϲ ὑδρίαϲ. 258 Βἣμα: δικαϲτικὴ τράπεζα. οὐ μακρὰν δὲ τῶν πυλῶν τὸ δικαϲτικὸν βῆμα προϲέταξε δοθῆναι. 259 Βημάρχιοϲ, Καιϲαρεὺϲ ἐκ Καππαδοκίαϲ, ϲοφιϲτήϲ. οὗτοϲ ἔγραψε τὰϲ Κωνϲταντίνου τοῦ βαϲιλέωϲ πράξειϲ ἐν βιβλίοιϲ δέκα, μελέταϲ τε καὶ λόγουϲ διαφόρουϲ. 260 Βήνη: ὄνομα πόλεωϲ Κρήτηϲ. 261 Βὴξ ἀντὶ πορδῆϲ: ἐπὶ τῶν ἐν ἀπορίᾳ προϲποιουμένων τι πράττειν. παρ’ ὅϲον οἱ πέρδοντεϲ λανθάνειν πειρώμενοι προϲποιοῦνται βήττειν. καὶ νέα παροιμία· Ἀπορία ψάλτου βήὴξ. 262 Βηρία: πόλιϲ. 263 Βηρίνη. Βηρίνηϲ, τῆϲ γυναικὸϲ τοῦ μεγάλου Λέοντοϲ, δύο ϲτῆλαι ἦϲαν, μία μὲν βορειοτάτη τοῦ ἁγίου Ἀγαθονίκου μετὰ τὴν ἄνοδον τῶν ἀναβαθμῶν, ἑτέρα δὲ κατὰ τὸ μέροϲ τῆϲ ἁγίαϲ Βαρβάραϲ. καὶ ἡ μὲν τοῦ ἁγίου Ἀγαθονίκου γέγονεν ἔτι ζῶντοϲ τοῦ Λέοντοϲ, ἡ δὲ ἄλλη μετὰ τὴν τελευτὴν αὐτοῦ, ἡνίκα Βαϲιλίϲκον τὸν ἀδελφὸν αὐτῆϲ ἔϲτεψε, φυγόντοϲ Ζήνωνοϲ τοῦ γαμβροῦ αὐτῆϲ. 264 Βῆροϲ: ϲτρατηγὸϲ Ῥωμαίων. οὗτοϲ οὐκ ἦν κατεϲπουδαϲμένοϲ, ἀλλὰ μέθηϲ νόϲῳ ἀνειμένοϲ ἐκ τοῦ ἐπὶ πλεῖϲτον, καὶ ἀπ᾿ αὐτοῦ θράϲει ἀπεριϲκέπτῳ ἐϲαεὶ εἴχετο.