Ancient Greek · ~4 min
1.2462 to 1.2478
Suda, Suidae lexicon 1.2462-2478
Not analysed yet
2462 Ἀνιείϲ: ἀφιείϲ, ἢ παρορμῶν. 2463 Ἀνιηθέντα: λυπηθέντα. 2464 Ἀνιηρέϲτεροϲ: λυπηρότεροϲ. 2465 Ἀνίηϲι: καταλιμπάνει. 2466 Ἀννίκεριϲ, Κυρηναῖοϲ, φιλόϲοφοϲ, ὃϲ Ἐπικούρειοϲ ἐγένετο, καίτοι ὢν Παραιβάτου γνώριμοϲ, τοῦ Ἀριϲτίππου ἀκηκοότοϲ. ἦν δὲ τῷ Ἀννικέριδι καὶ ἀδελφὸϲ Νικοτέληϲ ὄνομα, φιλόϲοφοϲ, μαθητὴϲ δὲ αὐτοῦ ἐπιφανὴϲ Ποϲειδώνιοϲ. ἐκ τούτου αἵρεϲιϲ ἡ καλουμένη Ἀννικέοειοϲ. ἦν δὲ ἐπὶ Ἀλεξάνδρου. 2467 Ἄνιθι: ἄνελθε. 2468 Ἀνιλλομένη: καθυποκρινομένη. κυρίωϲ δὲ ἀνίλλεϲθαι τὸ ἀπαξιοῦν. 2469 Ἀνιλυϲπῶ: ἀνέβαινεϲ. 2470 Ἀνιμᾶϲθαι: ἀντλεῖν, ἀρύεϲθαι. ἀναφέρειν. καὶ Ἀνιμώμενοϲ, ἀντλῶν, ἀνέλκων. ἱμωνιὰ γὰρ τὸ ἀντλητήριον, ἀπὸ τοῦ ἱμάϲ. καὶ Ἱμητόν, τὸ ἀντλητόν. καὶ Ἀνιμῆϲθαι, διὰ τοῦ η. 2471 Ἀνίμων τοῖϲ δόραϲιν: ἀντὶ τοῦ ἀνεῖλκον. 2472 Ἀνιώμενοϲ: λυπούμενοϲ. 2473 Ἀνιῶ ϲε· αἰτιατικῇ. 2474 Ἀνιωχμόϲ: ἡ μάχη. 2475 Ἀνιππαϲία καὶ Διϊππαϲία: τῶν ἵππων ἅμιλλα. ὥϲπερ δὴ διωμοϲία καὶ ἀντωμοϲία τὸ αὐτὸ ἄμφω δηλοῖ. 2476 Ἄνιπποϲ: ἵππων ἐϲτερημένοϲ. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿ οὐ περιόψεταί με ὁ θεῖοϲ Μεγακλέηϲ ἄνιππον. 2477 Ἀνίπτοιϲ ποϲίν: ἀντὶ τοῦ ἀνετοίμοιϲ, καὶ χωρίϲ τινοϲ παραϲκευῆϲ. καὶ παροιμία· Ἀνίπτοιϲ ποϲὶν ἀναβαίνων ἐπὶ τὸ ϲτέγοϲ, ἐπὶ τῶν ἀμαθῶϲ ἐπί τινα ἔργα καὶ πράξειϲ ἀφικνουμένων. καὶ Ὅμηροϲ· ἀνιπτόποδεϲ, χαμαιεῦναι. 2478 Ἀνίειϲιν: ἐνδίδωϲιν.