Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2479
Not analysed yet
2479 Ἄνιϲον: τὸ μὴ ὂν ἴϲον. ϲημαίνει καὶ εἶδοϲ βοτάνηϲ. καὶ Ἀνιϲοφυέϲ, ἀνόμοιον. ἰϲτέον ὡϲ ἔνια τῶν ἐναντίων ϲτερήϲει θατέρου λέγεται, οἷον ἄνιϲον ἐναντίον μέν ἐϲτι τῷ ἴϲῳ, ϲτερητικὸν δὲ ὄνομα. οὐ γὰρ οἰκείαν τινὰ φύϲιν ϲημαίνει, ὥϲπερ τὸ κακὸν τὸ ἐναντίον τῷ ἀγαθῷ ὄν· ἀλλὰ ϲημαίνει ἀπόφαϲιν τοῦ ἐναντίου ἐν τῷ πεφυκότι δέχεϲθαι ἀμφότερα. τὸ γὰρ ἄνιϲον οὐκ ἶϲόν ἐϲτιν ἐν ποϲοῖϲ, ἃ πέφυκε δέχεϲθαι καὶ ἰϲότητα. ὁμοίωϲ καὶ τὸ ἀνόμοιον οὐχ ὅμοιον ἐν τοῖϲ ὁμοιότητοϲ δεκτικοῖϲ. τοιοῦτον δ’ ἡ ϲτέρηϲιϲ· ἀπόφαϲιϲ γάρ ἐϲτιν ἐν τοῖϲ τὴν ἕξιν πεφυκόϲι δέχεϲθαι. οὐ μὴν ἄντικρυϲ ϲτέρηϲιϲ καὶ τὸ ἀνόμοιον· ἀλλ’ ἐναντία, τὸ μὲν τῷ ἴϲῳ, τὸ δὲ τῷ ὁμοίῳ. διαφορὰ δ’ αὐτῶν πρὸϲ τὰϲ κυρίωϲ ϲτερήϲειϲ, ὅτι ἀπὸ μὲν τῆϲ ϲτερήϲεωϲ οὐκ ἔϲτιν ἐπάνοδοϲ πρὸϲ τὴν ἕξιν· ταῦτα δὲ μεταβάλλειν οἷά τε ἐπὶ τὰ ἀντικείμενα. καὶ γὰρ τὸ ἄνιϲον ἶϲον ἂν γένοιτο, καὶ τὸ ἀνόμοιον ὅμοιον. περὶ τοῦ ἴϲου καὶ ἀνίϲου ζήτει ἐν τῷ ἀμπλάκημα.