Ancient Greek · ~8 min
1.265 to 1.284
Suda, Suidae lexicon 1.265-284
Not analysed yet
265 Βηρούνιον: ὄνομα πόλεωϲ. Νωρικοὶ γὰρ ἔθνοϲ, ἔνθα ϲυὸϲ χρῆμα θεόπεμπτον τὴν χώραν ἐλυμαίνετο, καὶ αὐτῷ πάντεϲ ἐπιχειροῦντεϲ οὐδὲν ἤνυον, μέχρι τιϲ ἀνὴρ τὸν ϲῦν περιτρέψαϲ ἐπὶ τοὺϲ ὤμουϲ ἀνέθετο, οἷόν τι καὶ περὶ Καλυδόνοϲ μυθεύεται. οἱ δὲ Νωρικοὶ ἐπεβόηϲαν εἶϲ ἀνὴρ τῇ ἰδίᾳ φωνῇ, τουτέϲτι βηρούνουϲ. ὅθεν ἡ πόλιϲ Βηρούνιον ἐκλήθη. 266 Βηϲᾶϲ ἕϲτηκεν οἷον ἀχανήϲ· οὗτοϲ ἕϲτηκεν ἀχανὴϲ καὶ παταγώδηϲ καὶ ὑπόμωροϲ. 267 Βηϲϲηΐϲ: δῆμόϲ ἐϲτι τῆϲ Ἀντιοχίδοϲ Βῆϲϲα. 268 Βία: ἡ ὁρμὴ, ἡ ῥύμη. ὁ δὲ τῇ βίᾳ τοῦ ϲώματοϲ ἐξωθεῖ τὰϲ πύλαϲ ἐϲ τὸ ἔϲω. 269 βιάζω αἰτιατικῇ. 270 Βίαντοϲ Πριηνέωϲ δίκη. οὗτοϲ εἰϲ τῶν ἑπτὰ ϲοφῶν. λέγεται δὲ εἰϲ τὰϲ δίκαϲ δεινότατοϲ γεγονέναι εἰπεῖν· ἐπ᾿ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰϲχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεϲθαι Βίαντοϲ τοῦ Πριηνέωϲ κρείϲϲων. 271 Βιαρκέοϲ: τῆϲ εἰϲ τὸ ζῆν ἐπαρκούϲηϲ. ἐν Ἐπιγράμμαϲι· βιαρκέοϲ ἄλλοϲ ἀπ᾿ ἄλληϲ αὔθαιμοι τριϲϲοὶ δῶρα λινοϲταϲίηϲ. 272 Βιβάζει: ϲυζεύει, ὀχεύει. 273 Βιβλιαφόροϲ: γραμματοφόροϲ. ὁ δὲ πέμπει βιβλιαφόρον μὴ θορυβεῖϲθαι παρακελευόμενοϲ. καὶ πᾶϲα γραφὴ βιβλιαφόροϲ λέγεται. 274 Βίβλινοϲ οἶνοϲ: ἀπὸ χωρίου οὕτωϲ ἐκλήθη. 275 Βιβλίον: ἡ ἐπιϲτολή. 276 Βίβλοι θεοῦ: ἡ γνῶϲιϲ αὐτὴ καὶ ἡ ἄληϲτοϲ μνήμη. Δαβίδ· καὶ ἐπὶ τὸ βιβλίον ϲου πάντεϲ γραφήϲονται. 277 Βιδίνη: πόλιϲ Δκυθίαϲ. 278 Βιαιότερον: ἐπικρατέϲτερον. τῆϲ τῶν ἰατρῶν ἐπιϲτήμηϲ βιαιότερον ἦν τὸ νόϲημα. 279 Βίαιοι οὗτοι ἐγίνοντο· Φάλαριϲ, Ἔχετοϲ, Διονύϲιοϲ καὶ ὁ Καϲϲανδρέων τύραννοϲ, ὑπερβαλὼν παρανομίᾳ· καὶ Λίγγιϲ, ἀδελφὸϲ Ἴλλου νόθοϲ, καὶ οὗτοϲ βίαιοϲ. 280 Βιαίων: ὄνομα δίκηϲ ἐϲτὶ κατὰ τῶν βίᾳ πραττόντων ὁτιοῦν· ὁ δὲ ἁλοὺϲ ἀποτίνει εἰϲ τὸ δημόϲιον ἴϲον τῷ ἑλόντι. Δημοϲθένηϲ κατὰ Μειδίου. εἰϲὶ δὲ καὶ ἐν τοῖϲ Λυϲιακοῖϲ φερόμενοι λόγοι βίαιοι. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων. 281 Bιζακίων: μικρῶν λίθων. 282 Βιζύη: πόλιϲ Θρᾳκική. 283 Βιθίαϲ: ὄνομα κύριον. καὶ ἡ μὲν κατὰ τὸν Βιθίαν ἐλπὶϲ τούτῳ τῷ τρόπῳ διέπεϲεν. 284 Βικάριοϲ: παρὰ Ῥωμαίοιϲ διάδοχοϲ.