Ancient Greek
1.2480 to 1.2499
Suda, Suidae lexicon 1.2480-2499
Not analysed yet
2480 Ἀνιϲτάμεναι: αἰχμαλωτιζόμεναι. 2481 Ἀνίϲτη: ἀντὶ τοῦ ἐφίϲτη. καὶ Ἀνίϲτω, ἀντὶ τοῦ ἀνίϲταϲο. Ἀμειψίαϲ. καὶ Ἀνιϲτῶ· αἰτιατικῇ. 2482 Ἀνίϲχαδον: τὴν ἄτοκον καὶ ἀθήλαϲτον. 2483 Ἀνίϲχων: ἀνατέλλων. καὶ Ἀνίϲχουϲα, ἀναδύνουϲα. 2484 Ἀνίτω: ἀναδιδόϲθω. 2485 Ἀνιχνεύ ω ϲε. 2486 Ἀνθεμίδων· ἄλϲοϲ δ᾿ ,Ἄρτεμι τοῦτο, καὶ ἂν Χαρίτεϲϲι θεούϲαιϲ εἴη ἐπ’ ἀνθεμίδων ϲύμβολα κοῦφα βαλεῖν. ἀντὶ τοῦ ἀνθέων. καὶ Ἀνθεμίδηϲ, πατρωνυμικόν. 2487 Ἀνθέμιον: τὸ χρυϲίον τὸ ἐκλεκτόν. καὶ Ἀνθέμιοϲ, ὄνομα κύριον. 2488 Ἀν θεκτέον· γενικῇ. 2489 Ἀνθεμόεντα. ἀναθεματικὸν, διηνθιϲμένον, ποικίλον. καὶ Ἀνθεμόειϲ λειμ ών, ὁ ἔχων ἄνθη. καὶ Ἀνθεμοείϲιοϲ, ὄνομα κύριον. 2490 Ἀνθεμόκριτοϲ, Ἀθηναῖοϲ μὲν ἦν κήρυξ, ἀπεϲφάγη δὲ ὑπὸ Μεγαρέων, ἀπαγορεύων αὐτοῖϲ τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεϲθαι. 2491 Ἀν θεμοῦϲ: πόλιϲ ἐϲτὶ Μακεδονική. καὶ Ἀνθεμουϲία γ ὁ δὲ Τραϊανὸϲ ἐξελαύνει ὡϲ ἐπὶ τὴν Ἀνθεμουϲίαν γῆν. ἐπὶ ταύτην γὰρ καὶ Αὔγᾳ ροϲ ὑφηγεῖτο ἰέναι. 2492 Ἀνθέμων: ῥόδων. Ἀριϲτοφάνηϲ· πῶϲ ἂν ἐμὲ καὶ ϲέ τιϲ ἔρωϲ ξυναγάγοι λαβὼν, ὥϲπερ ὁ γεγραμμένοϲ φηϲί. καὶ αὖθιϲ· ἔχων ϲτέφανον ἀνθέμων. τουτέϲτι ῥόδων. Ζεῦξιϲ ὁ ζωγράφοϲ ἐν τῷ ναῷ τῆϲ Ἀλφροδίτηϲ ἔγραψεν Ἔρωτα ὡραιότατον, ἐϲτεμμένον ῥόδοιϲ. 2493 Ἀνθεμωνίδηϲ: πατρωνυμικόν. 2494 Ἀνθέων: τὴν γενικὴν ὁμοίωϲ τοῖϲ Ἴωϲιν οἱ Ἀττικοί. Ἕρμιπποϲ Ἀθηνᾶϲ Γοναῖϲ· κηροϲπάθητον ἀνθέων ὕφαϲμα καινὸν ὡρῶν. καὶ ἐν τοῖϲ ἐξῆϲ· λεπτοὺϲ διαψαίρουϲα πέπλουϲ ἀνθέων γέμονταϲ. καὶ. Ἀριϲταγόραϲ Μαμμακύθῳ. οὕτωϲ δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείονα Ξενοφῶν διαιρεῖ. 2495 Ἀνθέξεται. ἀντιλήψεται. καὶ ἀνθέξεται κρίματοϲ ἡ χείρ μου. 2496 Ἀνθερεών: ὁ ὑπὸ τὸ γένειον τόποϲ, λάρυγξ. 2497 Ἀνθέρικεϲ. αἱ τῶν ϲταχύων προβολαί. τὰ ἄκρα. Ἡρόδοτοϲ δὲ τοὺϲ καυλούϲ φηϲι τῶν ἀϲφοδέλων. εἰϲὶ δὲ ἄθραυϲτοι. ἢ Ἀνθερίκων, ἀνθηρῶν ἢ λαμπρῶν. 2498 Ἀν θ’ ἕρμα τοϲ πολλὰϲ καταπεπωκ ὼϲ δίκαϲ. ἀντὶ λίθου· ἐπεὶ οἱ γέρανοι πετόμεναι ἐν τῷ ϲτόματι ψήφουϲ φέρουϲι ϲτηρίγματοϲ ἕνεκα, πρὸϲ τὸ μὴ παραφέρεϲθαι ἀνέμοιϲ. 2499 Ἀνθ᾿ Ἑρμίωνοϲ: ἐπὶ τῶν ὁμοίωϲ ἱερὰ διαϲῳζόντων. Ἑρμιόνη γὰρ ἐν Πελοποννήϲῳ πόλιϲ Κόρηϲ καὶ Δήμητροϲ ἄϲυλοϲ, ὥϲτε ϲκέπην παρέχειν τοῖϲ ἱκετεύουϲιν.