Ancient Greek · ~7 min
1.2500 to 1.2517
Suda, Suidae lexicon 1.2500-2517
Not analysed yet
2500 Ἀν θεϲτηρι ών. ὄγδοοϲ μήν ἐϲτι παρ’ Ἀθηναίοιϲ, ἱερὸϲ Διο νύϲου. κεκλῆϲθαι δὲ αὐτὸν οὕτωϲ, διὰ τὸ πλεῖϲτα τῶν ἐκ γῆϲ ἀνθεῖν τότε. 2501 Ἄνθεια: πόλιϲ. καὶ ὄνομα ἑταίραϲ. τινὲϲ δὲ ἀντὶ τοῦ διὰ τοῦ θῆτα διὰ τοῦ τ Ἄντεια γράφουϲιν. 2502 Ἀνθείλον το: προέκριναν. 2503 Ἀν θεινόϲ: ὁ ἐξ ἀνθέων· καὶ ὁ καιρόϲ. 2504 Ἄνθεια: ἐπίθετον Ἥραϲ. 2505 Ἄνθ η: μία τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδεϲ. 2506 Ἀνθ ηδονιάϲ: ἀπὸ Ἀνθηδόνοϲ οἶνοϲ. 2507 Ἀνθήλιοϲ. ἡ ϲελήνη· καὶ τὸ ἀποϲκίαϲμα τῆϲ τοῦ ἡλίου ἀνταυγείαϲ· ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡϲ Θεόπομποϲ. ϲημαίνει δὲ καὶ τὰ ἐπιϲκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ Ἀνθήλια καλεῖται. 2508 Ἀνθηρά· Ξενοφῶν· ὥϲπερ ἐν τοῖϲ μουϲικοῖϲ τὰ νέα καὶ τὰ ἀνθηρὰ εὐδοκιμεῖν. τῶν ὀρνέων τὰ μὲν χρήϲιμα καὶ ἀνθηρὰ κατὰ τοὺϲ οἴκουϲ ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐϲθίομεν. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· εἶδεϲ, ὦ πᾶϲα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρϲοφον. οἷον ἔχει ϲπειϲάμενοϲ ἐμπορικὰ χρήματα διεμπολᾶν· ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήϲιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεϲθίειν. 2509 Ἀνθ ῃρημένοϲ: ἀντιλαμβανόμενοϲ. ἢ προκεκριμένοϲ. 2510 Ἀνθηρόϲ· ϲταθερὸϲ δέ. 2511 Ἄνθηϲ: ἀνθήϲεωϲ. 2512 Ἀνθίαϲ: ὄνομα ἰχθύοϲ. 2513 Ἀνθίνη: πόλιϲ· καὶ ἡ ἐπωμίϲ. καὶ Ἄνθιν ον, ἀνθηρὸν. βαπτόν. καὶ Ἄνθινοϲ χιτ ών, καὶ ἡ τροφή. 2514 Ἀνθιπ παϲία: ὁ ἱππικὸϲ ἀγών. 2515 Ἀνθίϲαϲ θαι μουϲικῆ ϲ· καὶ Ἠνθιϲμένοι μουϲικῆϲ, οἱ ἠθροικότεϲ τὰ ἄνθη τῆϲ μουϲικῆϲ. 2516 Ἀν θίϲταμαι· δοτικῇ. 2517 Ἀνθομολογηϲόμεθα. ἀντὶ τοῦ εὐχαριϲτήϲομεν. Δαβίδ· ἀνθομολογηϲόμεθά ϲοι ὁ θεόϲ. ὑπὲρ τῆϲ εὐεργεϲίαϲ ὁμολογοῦμεν χάριταϲ καὶ ἀναγράπτουϲ ταύταϲ ποιήϲομεν. καὶ Ἀνθωμολογεῖτο, διηγεῖτο. ὁ δὲ ἀνθωμολογεῖτο πρόϲ τιναϲ τῶν ἐν Ῥώμη μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγοϲ Μακεδονικῆϲ. καὶ αὖθιϲ· ταῦτα μὲν οὖν ἀνθωμολογήϲαντο πρὸϲ ἀλλήλουϲ. ἀντὶ τοῦ ϲυνέθεντο, ϲυνεφώνηϲαν. καὶ αὖθιϲ· περὶ Σωκράτουϲ τάδε ἐγράψατο καὶ ἀνθωμολογήϲατο Μέλητοϲ.