Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2518
Not analysed yet
2518 Ἀνθοϲμίαϲ. εὐώδηϲ οἶνοϲ. εὔοϲμοϲ. ἀπὸ τόπου Ἀνθοϲμίου· ἢ ὡϲ ἀπὸ εἴδουϲ ἀμπέλου, ἢ ἡδὺϲ καὶ περίοϲμοϲ καὶ ἀνθηρόϲ. Ἀνθοϲμίαϲ, εὐώδηϲ οἶνοϲ, ἐγκειμένου τοῦ ἄνθουϲ καὶ τῆϲ ὀϲμῆϲ. παραγώγωϲ Ἀνθόϲμιοϲ, Ἀνθοϲμίαϲ· τὸν δὲ χυδαῖον οἶνον καρηβαρίτην ἔλεγον. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· Διόνυϲε, πίνειϲ οἰνον οὐκ ἀνθοϲμίαν. ἀντὶ τοῦ μεθύειϲ, κραιπαλᾷϲ, ϲκληρὸν οἶνον πίνων. Ἄν θοϲ λέγεταί καὶ ἡ λευκὴ θρίξ, ἐνθςν καὶ φάλανθοϲ, ὁ φαλακρόϲ.