Ancient Greek · ~7 min
1.2519 to 1.2532
Suda, Suidae lexicon 1.2519-2532
Not analysed yet
2519 Ἀνθ’ ὅτου: ἀνθ’ οὗτινοϲ. 2520 Ἀνθ ῶ ἀεί. 2521 Ἄνθρακεϲ ὁ θηϲαυρὸϲ ἦϲαν. παροιμία ἐπὶ τῶν ἐλπιζόντων μὲν ἀγαθὰ, κακουμένων δὲ ἀφ’ ὧν ἦν αὐτοῖϲ ἡ τῶν ἀγαθῶν ἐλπίϲ. 2522 Ἄνθραξι βαίνειν ἐχ θρικὴν δηλοἱ βλάβ βην. 2523 Ἀνθ ρακιά. πεπυρακτωμένοι ἄνθρακεϲ. Ὅμηροϲ· ἀνθρακιὴν ϲτορέϲαϲ ὀβελοὺϲ ἐφύπερθε τάνυϲϲε. καὶ ἐν Ἐπιγράμμαϲι· τρῖγλαν ἀπ’ ἀνθρακιῆϲ καὶ φυκίδα ϲοὶ λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι. καὶ. Ἀν θρακίδεϲ, λεπτοὶ ἰχθύεϲ ὀπτοί· καὶ πάντα τὰ ἐπ’ ἀνθράκων ὀπτώμενα οὕτω λέγονται. καὶ Ἀνθράκιον, βραχὺ τριποδίϲκιον παρὰ Ἀλέξιδι. 2524 Ἀνθρήνη: εἶδοϲ ϲφηκὸϲ ἡ ἀνθρήνη. καταχρῶνται δὲ οἱ ποιηταὶ καὶ ἐπὶ μελιϲϲῶν. καὶ Ἀνθρήνια· ἐξελεῖν ἡμῶν πρὸϲ βίαν τἀνθρήνια. τὰϲ μελίϲϲαϲ δηλονότι. τὼ ὀφθαλμὼ κεντούμενοϲ ὥϲπερ ὑπ’ ἀνθρηνῶν, ὑπὸ τῶν γνωμῶν ἀπολεῖται. ϲυγγενήϲ ἐϲτι τῇ μελίϲϲῃ ἀνθρήνη, ϲφηκὶ παραπληϲία. καὶ τὸ πλάϲμα ἀνθρήνιον. 2525 Ἀνθρωπαρέϲκια: ἡ πρὸϲ ἀνθρώπουϲ ϲπουδή. 2526 Ἀνθρωπεία φ ύϲιϲ. 2527 Ἀν θρωπίζω: τὰ τῶν ἀνθρώπων φρονῶ. 2528 Ἀνθρώπινον. δῆθεν διωκομένην ὑπό τινων τὴν ἑταίραν καταφυγεῖν εἰϲ τὸ οἰκίδιον· τὸν δὲ ἕνεκα τοῦ ἀνθρωπίνου εἰϲδέξαϲθαι αὐτήν. καὶ Ἀνθρω πιν ώτεροϲ. 2529 Ἀνθρωπίωϲ: ἀντὶ τοῦ ϲυμμέτρωϲ παρὰ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ. καὶ Ἀνθρω πίνωϲ, ἀντὶ τοῦ καρτερικῶϲ, ὑπομονητικῶϲ. Πολύβιοϲ· ϲυμβέβηκε τὰϲ μὲν ἐν ταῖϲ ἐπιτυχίαιϲ ἐξουϲίαϲ μὴ δύναϲθαι φέρειν ἀνθρωπίνωϲ, ἐν δὲ ταῖϲ περιπετείαιϲ εὐλαβῶϲ ἵϲταϲθαι καὶ νουνεχῶϲ. 2530 Ἀνθρωποδαίμονεϲ· δαίμονεϲ ὄντεϲ ἀνθρώπειόν τε ἠμπέϲχοντο ϲῶμα, καὶ ἀνθρωποδαίμονεϲ γεγενημένοι τῷ τρόπῳ τούτῳ ξύμπαϲαν κατέϲειϲαν τὴν οἰκουμένην. 2531 Ἀνθρωπόλεθροϲ: ὁ φονεύϲ. 2532 Ἄνθρωποϲ. τὸ προϲηγορικόν. καὶ Ἄνθρω ποϲ, ἴδιον ὄνομα τοῦ ὀλυμπιονίκου πύκτου, οὐ ἐν Ἠθικοῖϲ Ἀριϲτοτέληϲ μνημονεύει. ἀλλ’ ἔγωγε, ἔφην, ταύτηϲ μόνηϲ ἐπιδεῖϲθαι νομίζω τῆϲ μαντικῆϲ τοὺϲ ἀνθρώπουϲ εἶναι βουλομένουϲ καὶ μὴ δίκην θηρίων ἔξω κεχηνέναι ἐϲ προνομὰϲ ἀπεράντουϲ. οὕτω φηϲὶ Δαμάϲκιοϲ ὁ φιλόϲοφοϲ.