Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2533
Not analysed yet
2533 Ἄν θρωποϲ αὐτὸϲ ἑαυτοῦ βελτίων γίνεται κατὰ πέντε τρόπουϲ, πρῶτον μὲν ὁμιλίᾳ τῇ πρὸϲ θεόν· ἀνάγκη γὰρ προϲιόντα αὐτῷ κατ’ ἐκεῖνο καιροῶ χωρίζεϲθαι πάϲηϲ κακίαϲ, εἰϲ δύναμιν ὁμοιοῦντα ἑαυτὸν τῷ θεῷ· δεύτερον ἐν τῷ εὖ ποιεῖν· θεοῦ γὰρ τοῦτο καὶ θείαϲ μιμήϲεωϲ· τρίτον ἐν τῷ ἀποθνῃϲκειν· εἰ γὰρ κατὰ ποϲόν τι ἡ ψυχὴ τοῦ ϲώματοϲ ἐν τῷ ζῆν τὸ ζῷον χωριζομένη βελτίων γίνεται ἑαυτῆϲ. ἔν τε τοῖϲ ὕπνοιϲ κατὰ τοὺϲ ὀνείρουϲ καὶ ἐν ταῖϲ ἐκϲτάϲεϲι τῶν νόϲων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦται καὶ ὅταν τέλεον χωριϲθῇ ἀπὸ τοῦ ϲώματοϲ.