Ancient Greek · ~2 min
1.2675 to 1.2682
Suda, Suidae lexicon 1.2675-2682
Not analysed yet
2675 Ἀντίκυρα. ὄνομα χωρίου τινόϲ. Ἀντικυρίαϲ ϲοι δεῖ: ἀντὶ τοῦ ἐξουϲίαϲ. 2677 Ἀντιλαμβανόμενοι· γενικῇ. κρατοῦντεϲ, ἐξεχόμενοι. μεῖναί τε αὐτὸν ἠξίουν καὶ κατέχειν ἀντιλαμβανόμενοι ἐτόλμων. 2678 Ἀντιλέγειν· δοτικῇ. ἀντὶ τοῦ ἶϲα λέγειν. Πλάτων. 2679 Ἀν τίλῃ ψιϲ: ἀντὶ τοῦ ἐπίληψιϲ. Πλάτων. Ἀντιλή πτωρ δὲ ὁ ἀντιλαμβανόμενοϲ. 2680 Ἀντιλογιῶν· Θουκυδίδηϲ α΄ . καὶ Ἀντιλογῆϲαι· Nεφέλαιϲ Ἀριϲτοφάνηϲ. 2681 Ἀντίμαχοϲ, Κολοφώνιοϲ, υἱὸϲ Ὑπάρχου, γραμματικὸϲ καὶ ποιητήϲ. τινὲϲ δὲ καὶ οἰκέτην αὐτὸν ἀνέγραψαν Πανυάϲιδοϲ τοῦ ποιητοῦ, πάνυ ψευϲάμενοι. ἦν γὰρ αὐτοῦ ἀκουϲτὴϲ καὶ Στηϲιμβρότου. γέγονε δὲ πρὸ Πλάτωνοϲ. 2682 Ἀν τίμαχοϲ ἕτεροϲ, Ἡλιοπολίτηϲ, ἀπ’ Αἰγύπτου, ὃϲ ἔγραψε Κοϲμοποιΐαν ἐν ἔπεϲιν ἡρωϊκοῖϲ τριϲχιλίοιϲ ἑπτακοϲίοιϲ.