Ancient Greek · ~3 min
1.2758 to 1.2761
Suda, Suidae lexicon 1.2758-2761
Not analysed yet
2758 Ἀν τωμοϲία: γραφὴ κατά τινοϲ ἔνορκοϲ, περὶ ὧν ἠδικῆϲθαί φηϲι. διωμοϲία δὲ ὁ ἑκατέρωθεν γινόμενοϲ ὅρκοϲ ὑπὸ τῶν δικαζομένων, τοῦ μὲν ὡϲ πράξαντα διώκειν, τοῦ δὲ ὡϲ οὐκ ἔπραξεν. ἐξωμοϲία ωμοϲία δὲ ἄρνηϲιϲ ϲὺν ὅρκῳ, ὡϲ ἀδυνατοῦντοϲ ἢ παρὰ καιρὸν ὄντοϲ αὐτῷ τοῦ λειτουργεῖν. ἀνιππαϲία καὶ διιππαϲία τῶν ἵππων ἅμιλλα, ὥϲπερ δὲ διωμοϲία καὶ ἀντωμοϲία τὸ αὐτὸ ἄμφω δηλοῖ. 2759 Ἀντωμοϲία· γράμματά τινα γραψάντων, περὶ ὧν ἡ δίκη, ὅ τε κατηγορούμενοϲ καὶ ὁ κατηγορῶν, ἀποφέρουϲι πρὸϲ τὴν ἀρχήν. καλεῖται δὲ οὕτωϲ, ἐπειδὴ ἑκάτεροϲ αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατηγορήϲειν, ὁ δὲ τἀληθῆ ἀπολογήϲαϲθαι. 2760 Ἀντωμοϲία: ἡ τοῦ ἀντιδίκου. ὑπωμοϲία δὲ, οἷον ὅταν τιϲ ϲκήπτηται κάμνειν ἤ τι τοιοῦτον. παράϲταϲιϲ δὲ ἡ διδομένη τῷ γράμματι δι’ οὐ τὸ ἔγκλημα γέγραπται, ὅπωϲ ἐγγραφῇ εἰϲ τὰ ἐγκλήματα. πρυτανεῖα δὲ τῷ ταμίᾳ καταβάλλει ἕκαϲτοϲ, ὅπωϲ εἰϲαχθῇ ἡ δίκη. 2761 Ἀντωνία. πόλιϲ.