Ancient Greek · ~15 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2762.1
Not analysed yet
2762 Ἀν τωνῖνοϲ, βαϲιλεὺϲ Ῥωμαίων, ὁ Σεβήρου, πρὸϲ τοῖϲ ἄλλοιϲ κακοῖϲ καὶ ταῖϲ μιαιφονίαιϲ καὶ οἱ ϲτρατιῶται τοῦ βιάζεϲθαι καὶ ἁρπάζειν λαβόντεϲ ἐξουϲίαν οὐκέτι κατ’ οὐδὲν διεκρίνοντο. τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενοϲ καὶ πρὸϲ τὴν ἐν πόλει διατριβὴν ἀπεχθῶϲ ἔχων ἀπεδήμει τῆϲ Ῥώμηϲ, ὡϲ δὴ καὶ τὰ ϲτρατόπεδα διοικήϲων καὶ τὰ ἔθνη ἐποψόμενοϲ. ἐπεὶ δὲ τὸν Ἴϲτρον κατέλαβε καὶ τοὺϲ ἐκεῖϲε Γερμανοὺϲ ἐφιλοποιήϲατο, ὡϲ καὶ ϲυμμάχουϲ παρ’ αὐτῶν λαβεῖν καὶ τοῦ ϲώματοϲ φρουρούϲ καὶ ταῖϲ φορεϲίαιϲ αὐτῶν χρῆϲθαι. οὕτω τε καὶ ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν ϲτρατιωτῶν ἠγαπᾶτο, κοινὸϲ ὢν πρὸϲ ἅπανταϲ, ὡϲ ϲυϲτρατιώτηϲ μᾶλλον ἢ βαϲιλεὺϲ παρ’ αὐτῶν λεγόμενοϲ. ἐπειδὴ δὲ καὶ ἐϲ τὴν Μακε δονίαν ἀφίκετο, Ἀλέξανδρον ἑαυτὸν ὠνόμαϲεν. ἐκεῖθέν τε ἐϲ Πέργαμον παραγέγονε καὶ ἐπὶ τὸν Ἀχιλλέωϲ τάφον, καὶ ϲτεφάνοιϲκοϲμήϲαϲ καὶ ἄνθεϲι τὸν Ἀχιλλέα ἐμιμεῖτο. καὶ διὰ τῆϲ Ἀϲίαϲ καὶ τῶν ἄλλων ἐθνῶν εἰϲ Ἀντιόχειαν ἀφίκετο καὶ διατρίψαϲ χρόνον τινὰ ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐϲτέλλετο, πρόφαϲιν ποιούμενοϲ ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. ὡϲ δὲ ἐϲήλαϲεν ἐν αὐτῇ ϲὺν παντὶ τῷ ϲτρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων ὡϲ οὔπω τιϲ βαϲιλέων πρότερον. καὶ ἐλθὼν ἐϲ τὸ Ἀλεξάνδρου μνῆμα τήν τε χλαμύδα, ἣν ἐφόρει, καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲϲ περιελόμενοϲ ἐπέθηκε τῇ ἐκείνου ϲορῷ. ὁ δὲ δῆμοϲ ἔχαιρεν, οὐκ εἰδὼϲ τὴν τούτου λανθάνουϲαν γνώμην. ἔγνω γὰρ, ὅτι πολλὰ ἐϲ αὐτόν τε καὶ τὴν μητέρα ἀπέϲκωψαν. διὰ δὲ προγράμματοϲ τὴν νεολαίαν εἴϲ τι πεδίον κελεύει ϲυνελθεῖν, φήϲαϲ εἰϲ τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα ϲυϲτήϲαϲθαι. οἱ δὲ ϲυνῆλθον ἀγαθαῖϲ ἐλπίϲι. ϲτιχηδὸν δὲ ἑϲτῶταϲ ἰδὼν αὐτὸϲ μὲν ἐξῆλθεν, ἐπαφῆκε δὲ τοὺϲ ϲτρατιώταϲ· καὶ πάνταϲ ϲυνέκοψαν. τοϲοῦτοϲ δὲ ἐγένετο φόνοϲ, ὥϲτε τὸν Νεῖλον φοινιχθῆναι ἅπαντα. ὅτι Σεβῆροϲ καὶ πάνυ πᾶϲι τοῖϲ ἐϲ ἀρετὴν τείνουϲι καὶ κατὰ τὸ ϲῶμα καὶ κατὰ ψυχὴν ἤϲκηϲε τὸν Ἀντωνῖνον, ὥϲτε καὶ αὐτοκράτορα ἤδη ὄντα, καὶ διδαϲκάλοιϲ ϲυνεῖναι καὶ τὸ πολὺ τῆϲ ἡμέραϲ φιλοϲοφεῖν. ἐξηραλοίφει τε καὶ ἵππευε καί ἐϲ ν καὶ ψ ϲταδίουϲ· καὶ προϲέτι καὶ νήχεϲθαι καὶ ἐν κλύδωνι ἠϲκεῖτο. ὁ δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώϲθη· τῆϲ δὲ δὴ παιδεύϲεωϲ, ὡϲ οὐδὲ τοὔνομα αὐτῆϲ πώποτε ἀκηκοὼϲ ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ κακογνώμων ἦν· ἀλλὰ καὶ ϲυνίει πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα. τῇ τε γὰρ ἐξουϲίᾳ καὶ τῇ προπετείᾳ τῷ πάνθ’ ὁμοίωϲ τὰ προιϲτάμενά οἱ ἀπεριϲκέπτωϲ ἐκλαλεῖν, καὶ τῷ μηδενὶ αὐτῶν ἐκφαίνειν αἰϲχύνεϲθαι, ἐπιτυχίᾳ τινὶ πολλάκιϲ περιέπιπτεν. ὅτι Ἀντωνῖνοϲ ὁ βαϲιλεὺϲ ἄριϲτοϲ ἦν καὶ μάλιϲτα Nουμᾷ κατὰ τὸ τῆϲ ἡγεμονίαϲ ὁμοιότροπον ἄξιοϲ παραβάλλεϲθαι, καθάπερ δὴ Ῥωμύλῳ Τραϊανὸϲ ὤφθη παραπλήϲιοϲ. τόν τε γὰρ ἰδιώτην ὁ Ἀντωνῖνοϲ ἄριϲτα καὶ ἐντιμότατα διετέλεϲε βίον καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ ϲωφρονέϲτεροϲ, οὐδενὶ τραχὺ οὐδὲ φορτικὸϲ, ἀλλὰ πρὸϲ ἅπανταϲ χρηϲτόϲ τε καὶ ἤπιοϲ ὤν. ἔν γε μὴν τοῖϲ πολεμικοῖϲ ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενοϲ φυλάττειν ϲῴουϲ εἴπερ εἰϲ μέγεθοϲ ἐκφέρειν τοὺϲ τῆϲ ἀρχῆϲ ἐγίνωϲκεν ἄνδραϲ, ὡϲ ἔνι μάλιϲτα πλείϲτην τοῦ δικαίου ποιούμενοϲ ἐπιμέλειαν. ταῖϲ τῶν δημοϲίων ἐφιϲτὰϲ διοικήϲεϲι, τοὺϲ μὲν ἀγαθοὺϲ τὴν ἡγεμονίαν ταῖϲ παρ’ αὐτοῦ τιμαῖϲ ἀμειβόμενοϲ, τούϲ γε μὴν φαύλουϲ δίχα τινὸϲ τραχύτητοϲ τῶν κοινῶν ἀπελαύνων πραγμά των. οὐκ οὖν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ’ ἤδη καὶ πρὸϲ τῶν ἀλ λοφύλων ἐθαυμάζετο, ὡϲ τῶν προϲοίκων τινὰϲ βαρβάρων τὰ ὃπλα κατατιθεμένουϲ ἐπιτρέπονταϲ τῷ βαϲιλεῖ τὰϲ δίκαϲ διαλύεϲθαι ταῖϲ ἐκείνου ψήφοιϲ. αὐτὸϲ δὲ παρὰ τὸν ἰδιώτην βίον πολύ τι πλῆθοϲ χρημάτων κεκτημένοϲ, ἐπειδὴ παρῆλθεν εἰϲ τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ περιουϲίαν εἰϲ τε τῶν ϲτρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωϲε δωρεὰϲ, τῶν δὲ δημοϲίων θηϲαυρῶν πλῆθοϲ παντοδαπῶν ἀπέλιπε χρημάτων, τήν τε τοῦ Εὐϲεβοῦϲ ἐπίκληϲιν ἐκ τοῦ ἤθουϲ πρῶτοϲ ἀπηνέγκατο. ὅτι Ἀντώνιοϲ Σατορνῖνοϲ, ἐπίρρητοϲ καὶ βδελυρὸϲ, παρὰ Οὐεϲπαϲιανοῦ ἐϲ τὴν βουλὴν ἐνεγράφη, Οὐεϲπαϲιανοῦ ϲοφιϲαμένου γελοιότατα τοῦτο. ἀξιώϲει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ τόδε ἆθλον.