Ancient Greek · ~5 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2763
Not analysed yet
2763 Ἀντ ώνιοϲ, Ἀλεξανδρεὺϲ, ὃϲ ἐνδεέϲτερον ἔχων πρὸϲ τοὺϲ λόγουϲ οὐ πάνυ τιϲ ἦν ἀκριβήϲ· πρὸϲ δὲ ἀλήθειαν ἱερώτατοϲ ἐγεγόνει καὶ λίαν ἔρρωτο τὴν ψυχὴν πρὸϲ θεοῦ θεραπείαν, τήν τε δημοτελῆ τήν τε ἀπορρητοτέραν· ὥϲτε καὶ τὴν Γάζαν ἀπέφηνεν ἱερωτέραν πολλῷ μᾶλλον, ἢ πρότερον ἦν. ἐμβὰϲ δὲ εἰϲ πολιτικὰϲ ὑποθέϲειϲ καὶ δικαϲάμενοϲ ὑπὲρ τῆϲ ἀδελφῆϲ προέϲτη αὐτῆϲ ἐκθυμότερον τοῦ μετρίου καὶ ὑπερεδικάϲατο κατὰ τὸ καρτερώτατον, οὔτε χρόνου φειδόμενοϲ εἰϲ οὐδὲν δέον δαπανωμένου οὔτε δόξηϲ ἀμείνονοϲ ἐπιϲτροφήν τινα ποιηϲάμενοϲ. ἤκουϲε γὰρ κακῶϲ ὑπὸ τῶν τότε ἀνθρώπων οὐχ ὡϲ ἀδικῶν, ἀλλ’ ὡϲ φιλοδικῶν. ἀνέβη γὰρ καὶ ἐϲ τὸ Βυζάντιον ἐπὶ τῇ δίκῃ καὶ ϲφόδρα φιλόνεικοϲ ἔδοξέ τιϲ εἶναι. περιγενόμενοϲ δὲ τῶν ἀντιδίκων ταύτην μὲν ἐξέδωκεν ἑτέρῳ ἀνδρί, αὐτὸϲ δὲ ἐν ἡϲυχίᾳ καὶ ἀπραγμοϲύνη τὸ λοιπὸν τοῦ βίου διετέλει, ὀλίγα μὲν ἐν φιλοϲοφία, τὰ δὲ πλείω διαιτώμενοϲ ἐν τοῖϲ ἱεροῖϲ. ἁπλοῦϲ δὲ ἦν τὸ ἦθοϲ καὶ ἕτοιμοϲ εἰϲ εὐεργεϲίαϲ, ἄλλωϲ τε καὶ τὰϲ διὰ τῶν ἱερῶν. ἔγωγε οὖν καὶ αὐτὸϲ ὁμολογῶ τῷ ἀνδρὶ μεγίϲτην ἀτεχνῶϲ τὴν χάριν, ἣν ἀμείψαϲθαι αὐτὸν εὔχομαι τοὺϲ θεοὺϲ ἐν μακάρων νήϲοιϲ ἤδη ϲυζῆν ἠξιωμένον. καὶ Ἀν τωνίειοϲ κλίν η, τοῦ Ἀντωνίου.