Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.288
Not analysed yet
288 Γλίϲχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδεϲ. καὶ Γλίϲχροϲ, φειδωλὸϲ, ϲκιφὸϲ, πάνυ ῥυπαρόϲ. ἀλλ’ ἐγώ τιϲ ἄρα δυϲαπάλλακτοϲ ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίϲχρωϲ ἔτι εἰχόμην τῆϲ αὐτῆϲ ἀληθείαϲ, ἅτε ὡϲ ἀληθῶϲ ὄναρ πλουτήϲαϲ. κατέβη ἐκ χωρίων γλίϲχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέϲτι τροφῆϲ ϲπανιζόντων. ὅτι τὸ γλίϲχρον ἐπὶ δυϲτυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ὦ γλίϲχρων, ὁρᾷϲ ὡϲ οὐκέτ’ εἶναί ϲοι δοκῶ μιαρώτατοϲ. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεϲθαι. πρὸϲ Ἑρμῆν ὁ λόγοϲ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ἕλκουϲι δ’ ὅμωϲ γλιϲχρότατα ϲαρκάζοντεϲ ὥϲπερ κυνίδια. καὶ Ἀρριανόϲ· τὰ ἐπιτήδεια γλίϲχρωϲ τῇ ϲτρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένωϲ.