Ancient Greek · ~8 min
1.2862 to 1.2871
Suda, Suidae lexicon 1.2862-2871
Not analysed yet
2862 Ἄ παγέ με εἰϲ τὰϲ λατομία ϲ: παροιμία ἐπὶ τῶν μὴ ὑποφερόντων τὰ ἀνάξια. φαϲὶ γὰρ ὅτι Φιλόξενοϲ ὁ διθυραμβοποιὸϲ Διονυϲίῳ τῷ τυράννῳ ϲυνῆν. ἕωλα δὲ αὐτοῦ ποιήματα ἀναγινώϲκοντοϲ οὐκ ἐπῄνει. ἐφ’ οἷϲ ὀργιϲθεὶϲ ἐκέλευϲεν αὐτὸν βληθῆναι εἰϲ τὰϲ λατομίαϲ. εἶτα πάλιν μετεκαλέϲατο αὐτὸν, ἐλπίζων ἐπαινέϲαι αὐτοῦ τὰ ποιήματα. ὁ δὲ μὴ θέλων ἐπαινεῖν ἔλεγε τὸ προκείμενον. 2863 Ἄπ αγε μόθων’ ἀ πὸ κώπηϲ: παροιμία ἐπὶ τῶν ὀχληρῶν καὶ παρὰ καιρὸν τοῖϲ ϲπουδάζουϲιν ἐνοχλούντων. 2864 Ἀ π άγεια: ἡ μήπω ϲυμπηγεῖϲα. 2865 Ἀ πάγειν, ἐφηγεῖϲθαι, γράφεϲθαι, δικάζεϲθαι. τούτων ἕκαϲτον ἐπὶ τῶν ἑτέρωϲ κατηγορούντων λέγεται. ἀλλ’ ἐὰν μὲν πρὸϲ διαιτητὴν ἡ διαδικαϲία γίνηται, καλεῖται δικάζεϲθαι. καὶ Ἀ π άγοντεϲ· αἰτιατικῇ. ἀπωθοῦντεϲ, ἀπελαύνοντεϲ. τὸν ἄνδρα ἀπάγοντεϲ. 2866 Ἀπαγορεύει· δοτικῇ. ἀποτρέπεται, ἀρνεῖται. ἀπαγορεύουϲι τῷ Φιλίππῳ καὶ τὸν Δέκιον ἀναγορεύουϲιν. καὶ αὖθιϲ Εὐνάπιοϲ· πρὸϲ τὸ ἀφανὲϲ καὶ ἀόριϲτον τῆϲ χώραϲ ἐκπεϲόντεϲ, πρὸϲ τοὺϲ φόνουϲ καὶ πρὸϲ τὴν λείαν ἀπαγορεύοντεϲ. καὶ ἀπαγορεύειϲ, Σίμων Πέτρε. ἢ Ἀπ ἀγορεύειν, ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτωϲ ἔχειν. ἀπαγορεύων τοῖϲ ἄρχουϲι διαρρήδην τῆϲ φιλαργυρίαϲ ἀπέχεϲθαι. 2867 Ἀ π α γορε ύ ω· δοτικῇ. ἐγὼ μὲν ἀπαγορεύω τῷ νόμῳ. ἀλλὰ μόναιϲ ταύταιϲ ἀπαγορεύουϲιν οἱ νόμοι ταῖϲ γυναιξίν. αἰτιατικῇ δέ ἀπηγόρευϲαϲ ἡμᾶϲ τῆϲ ἀπωλείαϲ. καὶ, ἀπαγορεύειϲ, Σίμων Πέτρε, ὅπερ πείϲῃ τάχοϲ. 2868 Ἀ πά γου: ἀντὶ τοῦ πρὸϲ αὐτὸν ἄπαγε. Εὐριπίδηϲ. καὶ Ἀ π ά γω· αἰτιατικῇ. 2869 Ἀπ α γωγάϲ: αἰχμαλωϲίαϲ, ἀδυνατίαϲ. καὶ Ἀπ αγωγή, μήνυϲιϲ ἔγγραφοϲ διδομένη τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. ἐνταῦθα ὁ Λικίννοϲ κατὰ πρόφαϲιν ἀπαγωγῆϲ ἀφικόμενοϲ. τὸ οὖν ἀπαγωγὴ δίκηϲ ἐϲτὶν εἶδοϲ· ὠνόμαϲται δὲ ἀπὸ τοῦ ἀπάγειν. ἀπήγοντο Harp. δὲ οἱ κακοῦργοι πρὸϲ τοὺϲ ια′ . 2870 Ἀ παγχονίϲαι: πνίξαι. ἀγχονῶ δὲ καὶ λιμαγχονῶ. 2871 Ἀπ ᾴ δεῖ: ἀπαρέϲκει. καὶ Ἀπᾷδον, οὐ ϲυνᾶδον ἀπαρέϲκον. τὰϲ ϲπονδὰϲ ἀποπέμπεϲθαι ὡϲ ἀπᾳδούϲαϲ τῆϲ Ῥωμαίων μεγαλειότητοϲ. ἀντὶ τοῦ ἀναξίουϲ οὔϲαϲ, ἀπαρεϲκούϲαϲ. καὶ, Στηϲίχοροϲ δὲ οὐκ ἀπᾴδει αὐτῶν.