Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2873
Not analysed yet
2873 Ἀ παθ ῆ: ἄλυπον. ὁ δὲ Ἀντιφῶν ἀπαθῆ πληθυντικῶϲ, τὰ μὴ ὡϲ ἀληθῶϲ γεγονότα πάθη. καὶ Ἀπα θ ήϲ. ἀπαθῆ φαϲιν εἶναι τὸν ϲοφὸν διὰ τὸ ἀνέμπτωτον εἶναι. εἶναι δὲ καὶ ἄλλον ἀπαθῆ. τὸν φαῦλον, ἐν ἴϲῳ λεγόμενον τῷ ϲκληρῷ καὶ ἀτέγκτῳ. καὶ Ἀπαθήϲ, ὁ μὴ πείραν κακῶν εἰληφώϲ. οἱ δὲ κακῶν παντάπαϲιν ἀπαθεῖϲ ἔμειναν. καὶ Ἀπα θέϲ. τὸ ὑγιαίνειν ἐν τῷ τεθνάναι μᾶλλον ἢ ἐν τῷ ζῆν.