Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2874
Not analysed yet
2874 Ἀ ππ’ ἀκροφυϲίων λόγουϲ ἐνδεικνύναι: οἱονεὶ καινοὺϲ καὶ νεοποιήτουϲ. Ἀριϲτοφάνηϲ· ῥήματά τε κομψὰ καὶ παίγνια ἐπιδεικνύναι πάντα ἀπ’ ἀκροφυϲίων καὶ τῶν ἀπὸ κινναβευμάτων. λέγει γὰρ διὰ μὲν τοῦ ἀπ’ ἀκροφυϲίων, καινῶϲ εἰργαϲμένα καὶ οἷον ἐκ πυρὸϲ, διὰ δὲ τοῦ ἀπὸ κινναβευμάτων, οἷον καινῶϲ πεπλαϲμένα καὶ διάθεϲιν ἔχοντα. κίνναβοϲ γὰρ τὸ εἴδωλον, πρὸϲ ὃ οἱ πλάϲται καὶ οἱ ζωγράφοι βλέποντεϲ διατίθενται πλάττοντεϲ καὶ γράφοντεϲ. κέχρηνται πολλοί.