Ancient Greek · ~8 min
1.2875 to 1.2895
Suda, Suidae lexicon 1.2875-2895
Not analysed yet
2875 Ἀ π άκτου· Σοφοκλῆϲ· ἀλλ’ ὡϲ τάχοϲ τὸν παῖδα τόνδ’ ἤδη δέχου, καὶ δῶμ’ ἀπάκτου. 2876 Ἀ πά λαμνοϲ: ἄπειροϲ. 2877 Ἀ παλλάξαϲ: ἀντὶ τοῦ πείϲαϲ ἀποϲτῆναι. Κρατῖνοϲ καὶ Δημοϲθένηϲ καὶ ἄλλοι. Ἀπαλλάξαι. καὶ Ἀπα λλάξωμεν, ἀντὶ τοῦ ἀφανίϲωμεν. Ξενοφῶν· τῶν ἄλλων ϲκευῶν τὰ περιϲϲὰ ἀπαλλάξωμεν. καὶ Ἀπ ἀλλάξαι, ἀντὶ τοῦ φυγαδεῦϲαι. ἐδεῖτο δὲ τὸ πλῆθοϲ προϲωτάτω Ἀρμενίαϲ ἀπαλλάξαι Ἰωτόμην, ὡϲ οὔποτ’ ἂν ἀποϲχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημοϲ. καὶ Ἀπ αλλάττω ϲε κόπων. 2878 Ἀπ αλλάξειεν: μετακινήϲειεν. Ἀριϲτοφάνηϲ· πῶϲ καλῶϲ αὐτῶν Thuc. ἀπαλλάξειεν ἂν μετόρχιον. καὶ Ἀ π αλλαξείον τεϲ, ἐπιθυμίαν ἔχοντεϲ ἀπαλλαγῆναι. 2879 Ἀ π α λγήϲαν ταϲ: παρὰ Θουκυδίδη ἀντὶ τοῦ παυϲαμένουϲ ἀλγεῖν, ὥϲπερ τὸ ἀπολοφυράμενοι. 2880 Ἀ παλγο ῦντεϲ: ἀπογινώϲκοντεϲ. Πολύβιοϲ· οἱ δὲ Ἀκαρ νανάδεϲ πυνθανόμενοι τὴν τῶν Αἰτωλῶν ἔφοδον ἐπὶ ϲφᾶϲ, τὰ μὲν ἀπαλγοῦντεϲ ταῖϲ ἐλπίϲι, τὰ δὲ καὶ θυμομαχοῦντεϲ ἐπί τινα παράϲταϲιν κατήντηϲαν. καὶ αὖθιϲ· ἀπαλγοῦνταϲ δὲ αὐτοὺϲ ὑπὸ τοῦ πολλοῦ ῥίγουϲ ἐπερρώννυεν. 2881 Ἀ παλέξαϲθαι: ἀντιτάξαϲθαι. Σοφοκλῆϲ· οὐδὲν ϲθένομεν πρὸλ ταῦτ’ ἀπαλέξαϲθαι ϲοῦ χωρὶϲ, ἄναξ. καὶ Ἀ παλεξῆϲαι, κωλῦϲαι. καὶ Ἀι παλέξον τεϲ, ὁμοίωϲ. 2882 Ἀ πάλλειϲ: ἀποπέμπειϲ. 2883 Ἀ παληθεύειν: τὸ τἀληθὲϲ ἐξευρίϲκειν. καὶ Ἀπαληθεύω, τὸ τὴν ἀλήθειαν ἐκφαίνω. ὁ δὲ χρόνῳ ὕϲτερον ἐφωράθη, τῷ πάντα ἐκκαλύπτοντι καὶ ἀπαληθεύοντι. τούτου τὸ δολερὸν ἀναφαίνεται. 2884 Ἀπαλθήϲεϲθαι: θεραπευθήϲεϲθαι. 2885 Ἁ παλοὶ θερμολουϲίαιϲ, ἁβροὶ μαλθακευνίαιϲ. ἐπὶ τῶν ὑπὸ τρυφῆϲ καὶ ἁβρότητοϲ διαρρεόντων. 2886 Ἁπαλώτεροϲ τρ ύχνου· ζήτει ἐν τῷ τρύχνον. 2887 Ἀπαμβλύνει. ἐκκαθαίρει ϲκότουϲ καὶ ἀλλοιώϲεωϲ. 2888 Ἀ πά μεια: πόλιϲ. 2889 Ἀ παμείρεται: ἀποϲτερεῖ. 2890 Ἀ παμυνεῖ: ἀποτρέψει. 2891 Ἀ παμ φιέϲαν τεϲ: ἐκδύϲαντεϲ. καὶ Ἀπαμφιεῖ, ἀποκαλύψει. Μιϲουμένῳ· ἀπαμφιεῖ γὰρ τὸ κατάπλαϲτον τοῦτό μου καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ. καὶ Ἀπαμφίϲκων, ἀποκαλύπτων. 2892 Ἅπ αν· οἱ μὲν Ἴωνεϲ ϲυϲτέλλουϲι καὶ ὁ Ποιητήϲ· τῶν δ’ ἅπαν ἐπλήϲθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουϲι τὴν ὑϲτέραν. καὶ τὸ παράπαν ὁμοίωϲ, καὶ ἅπαντα τὰ τοιαῦτα. 2893 Ἀ πανάϲταϲιϲ: ἀποικία, μετάϲταϲιϲ. 2894 Ἀ παναίνομαι: ἀρνοῦμαι. 2895 Ἀ πανιϲταμένουϲ· γενικῇ.