Ancient Greek · ~5 min
1.289 to 1.301
Suda, Suidae lexicon 1.289-301
Not analysed yet
289 Γλίϲχροϲ: ταπεινὸϲ, κόλαξ. γενοῦ γλίϲχροϲ, προϲαιτῶν, λιπαρῶν τ’ Εὐριπίδη. λιπαρῶν· τὸ λι μακρόν. καὶ Γλίϲχρων, ὁ ἐπιθυμητήϲ· παρὰ τὸ γλίχεϲθαι. καὶ Γλίϲχρωϲ, ὀλιϲθηρῶϲ. 290 Γλιϲχραντιλογεξεπιτρίπτου: ἐκ τοῦ γλίϲχρου καὶ ἀντιλογίαν ἔχοντοϲ καὶ ἐπιτρίπτου ϲύγκειται· οἷον τοῦ δυναμένου ἐπιτρῖψαι. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὐδ’ ἑλκόμενοϲ περὶ πραγματίου γλιϲχραντιλογεξεπιτρίπτου. 291 Γλίχεται· γενικῇ. λίαν ἔχεται, ἐπιθυμεῖ. καὶ Γλιχόμενοϲ, ἐπιθυμῶν. κατ᾿ αἰτιατικὴν δέ· καὶ ταῦτα ἦν, ταῦτ᾿ ἐγλίχετο. 292 Γλουτόν: τὸ ϲφαίρωμα τῆϲ κοτύληϲ. 293 Γλώνυϲ: ὄνομα κύριον. 294 Γλωϲϲαλγίαν: ἀργολογίαν. 295 Γλῶϲϲαν μὲν ἀργὸν, χεῖρα δ’ εἶχον ἐργάτιν. νῦν δ’ εἰϲ ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖϲ γλῶϲϲαν οὐχὶ τἄργ᾿ εἰϲ πάνθ’ ἡγουμένην· οὕτω γραπτέον· ἐϲθλοῦ πατρὸϲ παῖ, καὐτὸϲ ὢν νέοϲ ποτὲ γλῶϲϲαν μὲν ἀργὸν καὶ τὰ ἑξῆϲ. 296 Γλῶϲϲα ποῖ πορεύῃ; ἀπόκριϲιϲ· πόλιν ἀνορθώϲουϲα καὶ πόλιν καταϲτρέψουϲα: ἡ παροιμία ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων. 297 Γλώϲϲαργον ἦθοϲ: ἀντὶ τοῦ ταχὺ καὶ ϲτωμύλον. 298 Γλῶϲϲα ταμιείου· ἣν ἔϲχε Κυρῖνοϲ ὁ ϲοφιϲτὴϲ ἐκ βαϲιλέωϲ. 299 Γλωϲϲηματικά: εἶδοϲ διαλέκτου. 300 Γλώϲϲῃ ϲὺ δεινόϲ· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ δίκαιον, ὅϲτιϲ ἐξ ἅπαντοϲ εὖ λέγει· οἷον βουλόμενοϲ ἐκ παντὸϲ δοκεῖν δίκαια λέγειν. 301 Γλωϲϲόκομον: θήκη λειψάνων ξυλίνη. ὁ δὲ Φῆϲτοϲ ὁ ἀνθύπατοϲ πέμπεται ἐϲ Ἀϲίαν, ὃϲ τὴν βαϲιλικὴν γλῶϲϲαν ἐπεπίϲτευτο. ἤκμαζεν ἐπὶ τοὺϲ χρόνουϲ Οὐάλεντοϲ.