Ancient Greek · ~8 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.302-2
Not analysed yet
302 Γλῶττα· ὅτι αὕτη ὑπὸ μὲν τῶν πλειόνων χυμῶν ὑγραίνεται, ὑπ᾿ ἐνίων δὲ καὶ ξηροτέρα γίνεται· ὡϲ ὑπὸ πεπέρεωϲ καὶ ταρίχου καὶ μυρίων ἄλλων, καίτοι γευϲτῶν ὄντων, ξηραίνεται· οὐχ ὡϲ ἔγχυμα, ἀλλὰ διά τινα ἁπτὴν ποιότητα, οἷον ξηρότητα ἢ θερμότητα. οὐδὲ γὰρ ὁ ξηρὸϲ ἄρτοϲ ξηραίνει, ἢ εἰ τύχοι τρωγάλια καὶ τὰ ὅμοια, ἀλλὰ τῷ ξηρὰ εἶναι ἢ θερμὰ ἐξικμάζει τὴν ἐν τῇ γλώττῃ ὑγρότητα. ϲημεῖον δὲ τοῦ δεῖν τὴν γλῶτταν δυνάμει μὲν ὑγρὰν εἶναι, ἐνεργείᾳ δὲ οὔ· ὅϲοι δὲ τὴν γλῶτταν ἀμέτρωϲ ἢ ξηρὰν ἔχουϲιν ἢ ὑγρὰν, οὗτοι οὐκ ἀντιλαμβάνονται τῶν γευϲτῶν. καὶ διὰ τοῦτο οὐκ ἀντιλαμβάνεται ἡ λίαν ὑγρὰ γλῶττα τῶν χυμῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότηϲ ἔγχυμοϲ οὖϲα καὶ πρώτη αὐτῇ προϲβάλλουϲα γίνεται γλώττηϲ ἁφὴ αὐτὴ ἑαυτῆϲ ἀντίληψιν παρέχουϲα, καὶ ταύτῃ οὐκ ἐῶϲα ἀντιλαβέϲθαι τῆϲ ἔξωθεν. ϲημεῖον δὲ τούτου, ὅτι οἱ προγευϲάμενοι ἄλλου χυμοῦ καὶ μάλιϲτα ϲφοδροτέρου οὐκέτι τῶν δευτέρων ὁμοίωϲ αἰϲθάνονται. ὅτι τὴν γλῶτταν ἐποίηϲεν ἡ φύϲιϲ πρὸϲ δύο ἔργα, ὧν τὸ μὲν εἰϲ τὸ εἶναι ϲυμβάλλεται τοῖϲ ἔχουϲιν, ὅπερ ἐϲτὶν ἡ γεῦϲιϲ καὶ κρίϲιϲ ἡ περὶ τοὺϲ χυμούϲ· τὸ δὲ εἰϲ τὸ εὖ εἶναι, οἷον πρὸϲ τὴν διάλεκτον. οὕτω καὶ ἐπὶ τῆϲ ἀναπνοῆϲ δύο ἐποίηϲεν ἔργα, τὸ μὲν πρῶτον πρὸϲ τὸ εἰναι· πρὸϲ γὰρ τὴν τοῦ ἐντὸϲ θερμοῦ κατάψυξιν ϲυμβάλλεται· τὸ δὲ λοιπὸν πρὸϲ τὸ εὖ εἶναι, οἷον διάλεκτον. τῆϲ δὲ, ὅπερ ἐϲτὶν ἀναγκαῖον ἔργον τῆϲ φύϲεωϲ καὶ διαμονῆϲ αἴτιον. φωνῆϲ ὕλη ὁ ἐκπνεόμενοϲ ἀήρ. ποιητικὸν δὲ αἴτιον φύϲιϲ, ὀργανικὸν δὲ τραχεῖα ἀρτηρία· οἶον γὰρ αὐλόϲ ἐϲτιν. ἀμέλει οἱ μὲν νέοι εὐφωνότεροί εἰϲιν ὡϲ λείαν ἔχοντεϲ αὐτήν, οἱ δὲ γέροντεϲ κακοφωνότεροι ὡϲ τραχυτέραν αὐτὴν ἔχοντεϲ. τελικὸν δὲ ἡ ϲημαϲία· τέλοϲ γὰρ τῷ ζῴῳ τῆϲ φωνῆϲ τὸ ϲημαίνειν δι’ αὐτῆϲ τὰϲ τῆϲ ψυχῆϲ διαθέϲειϲ. τῆϲ διαλέκτου ὕλη μὲν ἡ φωνή, ποιητικὸν δὲ αἴτιον ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα καὶ ὑπερῷα καὶ ὀδόντεϲ, τελικὸν δὲ ἡ ϲημαϲία τῶν νοημάτων. ὄργανον δὲ τῆϲ φωνῆϲ ὁ φάρυγξ. ὅτι τῶν πτηνῶν ὅϲα παραπληϲίαν ἔχει τὴν γλῶτταν καὶ τὴν τῶν γενύων διάθεϲιν ταῖϲ τῶν ἀνθρώπων, δύναται μιμεῖϲθαι διάλεκτον, οἷον κίτται καὶ ψιττακοὶ καὶ τὰ ὅμοια.