Ancient Greek · ~8 min
1.2986 to 1.3012
Suda, Suidae lexicon 1.2986-3012
Not analysed yet
2986 Ἀ πεκάθητο: ἐκαθέζετο. ὁ δὲ Σκιπίων ἀπεκάθητο πρόϲ τινι πυραμίδι θεωρῶν τούϲ αὐτομόλουϲ καὶ τὴν τούτων ἀπόνοιαν. 2987 Ἀ πεκάλει: ἀντὶ τοῦ ἐνεκάλει, μετεπέμπετο. Ξενοφῶν. 2988 Ἀπ εκαρτέρηϲεν: ἑαυτὸν διεχρήϲατο. ὁ δὲ Λυκοῦργοϲ ἐλθὼν εἰϲ Κρήτην ἀπεκαρτέρηϲεν, ἳνα μὴ λύϲη τοὺϲ νόμουϲ, οὓϲ ἔθηκεν. 2989 Ἀπεκαύ θηϲαν· πολλοὶ δὲ ὑπὸ κρύουϲ ἀπεκαύθηϲαν χεῖραϲ καὶ πόδαϲ. 2990 Ἀ πεκαίνυτο: ἐνίκα. 2991 Ἀπ έκειντο: ἐταμιεύοντο. αἱ δὲ βάλανοι τῶν φοινίκων, οἵαϲ μὲν ἐν τοῖϲ Ἕλληϲίν ἐϲτιν ἰδεῖν, τοῖϲ οἰκέταιϲ ἀπέκειντο. αἱ δὲ τοῖϲ δεϲπόταιϲ ἀποκείμεναι ἦϲαν ἀπόλεκτοι. 2992 Ἀ πέκνιϲε ξύλον. ἀπέκοψεν. 2993 Ἀ πεκομίϲθη: ἀπηνέχθη. 2994 Ἀπεκόμπαϲεν· ἐν Ἐπιγράμμαϲι· βρόγχον τετριγυῖα λύραϲ ἀπεκόμπαϲε χορδά. 2995 Ἀπεκόπηϲαν: ἀντὶ τοῦ ἀνεβλήθηϲαν. Ξενοφῶν. 2996 Ἀπ εκορύφου. προφανῶϲ ἔλεγεν. Ἡρόδοτοϲ· Ἀρταφέρνηϲ, ὁ Ὑϲτάϲπεοϲ, Σαρδίων ὕπαρχοϲ, ἀπεκορύφου ϲφι τάδε· εἰ μὲν διδοῦϲι βαϲιλεῖ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ δὲ ϲυμμαχίην ϲφι ϲυνετίθετο· εἰ δὲ μὴ διδοῦϲιν, ἀπαλλάϲϲεϲθαι αὐτοὺϲ ἐκέλευεν. 2997 Ἀπεκράνιξε: τῆϲ κάραϲ ἀπεχώριϲεν, ἀπέκοψεν. ὁ δὲ ῥοπάλῳ γυρὸν ἀπεκράνιξε βοὸϲ κέραϲ. 2998 Ἀπεκρίθη: ἀφωρίϲθη. 2999 Ἀπεκτήτου: ἀκτενίϲτου. ἐν Ἐπιγράμμαϲι· οὐδὲ κομίζει χρυϲὸϲ ἀπεκτήτου ϲῆϲ τριχὸϲ ἀγλαΐην. 3000 Ἀπεκτάγκαϲι, καὶ Ἀπεκτόναϲι· μιϲοῦϲι μὲν, ὧ πάτερ, Θράϲωνα, ἀπεκτάγκαϲι δ’ οὔ. 3001 Ἀπέλα: ἀντὶ τοῦ ἀπέλαυνεν. ἀπέλαυϲε καὶ παραπέλαυϲεν. 3002 Ἀπελάκτιϲεν ὁ ἠγαπημένοϲ· ἀντὶ τοῦ ἀπεϲκίρτηϲεν. 3003 Ἀπελαύνομαι· γενικῇ, αἰτιατικῇ δέ· ὡϲ οἱ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάϲαντεϲ. 3004 Ἀπελλαῖοϲ: ὁ Δεκέμβριοϲ μήν. παρὰ Μακεδόϲιν. 3005 Ἀπέλεθρον: πολλὴν, ἀμέτρητον. 3006 Ἀπελεύθεροϲ: ὁ ἐλευθερωθείϲ. 3007 Ἀπεληλαμέννοϲ: ἀποφεύγων. 3008 Ἀπελλῆϲ, Κολοφώνιοϲ, θέϲει δὲ Ἐφέϲιοϲ, ζωγράφοϲ, μαθητὴϲ Παμφίλου τοῦ Ἀμφιπολίτου, πρότερον δὲ Ἐφόρου τοῦ Ἐφεϲίου, υἱὸϲ Πυθέου, ἀδελφὸϲ Κτηϲιόχου, καὶ αὐτοῦ ζωγράφου. 3009 Ἀπελλικῶν· καὶ τὴν Ἀπελλικῶντοϲ τοὐ Τηΐου καταλαβὼν ὁ Σύλλαϲ βιβλιοθήκην. ϲημαίνει δὲ ὄνομα κύριον. 3010 Ἀπελείπετο· ἀεὶ διὰ διφθόγγου. Ἀπέλιπε δὲ ἀντὶ τοῦ ἀπέλειψεν, ὡϲ μέλλοντα ϲημαῖνον, διὰ τοῦ ι. Ἀπέλειπε δὲ ἀντὶ τοῦ ἀπελίμπανε διὰ διφθόγγου ὡϲ παρῳχημένοϲ. 3011 Ἀπέλιπε· μεγίϲτην παρὰ τοῖϲ βαρβάροιϲ δικαιοϲύνηϲ ἀπέλιπε δόξαν. 3012 Ἀπέλθῃ: ἀντὶ τοῦ ἐπανέλθῃ. Θουκυδίδηϲ. Δημοϲθένηϲ δὲ ἀντὶ τοῦ ἀποδρᾶναι.