Ancient Greek · ~2 min
1.303 to 1.305
Suda, Suidae lexicon 1.303-2-305
Not analysed yet
303 Γλώττῃ πολεμίζων: οὐκ αὐτῇ τῇ γλώττῃ πολεμῶν, ἀλλὰ τῇ γλώττῃ καθάπερ ὅπλῳ χρώμενοϲ. 304 Γλωχῖναϲ: γωνίαϲ. ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆϲ θαλάϲϲηϲ γλωχῖνα ὡϲ εἰϲ ἐνέδραν καθορμίϲαϲ τὰϲ ἐπακτρίδαϲ ἐνέκρυψε καὶ ϲὺ πετρὰ γλωχῖνεϲ μηλοϲϲόε, Μαιάδοϲ Ἑρμᾶ, ὅϲ τε τὸν αἰγιβόταν, Πὰν, κατέχειϲ ϲκόπελον. 305 Γλωττοϲτροφεῖν: τὴν γλῶτταν ϲτρέφειν καὶ ποικίλον ἐν τῷ λέγειν καθεϲτηκέναι· ἢ ἐκϲτρέφειν τὰ πράγματα καὶ εὐπορεῖν ἐν τῷ λέγειν. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοϲτροφεῖν.