Ancient Greek · ~3 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.306
Not analysed yet
306 Γλοιόϲ: τὸ αὐτὸ δηλοῖ τῷ μάϲθληϲ. εἴληπται δὲ ἡ μεταφορὰ ἀπὸ τοῦ ἐν τοῖϲ βαλανείοιϲ ἐλαίου πεπηγότοϲ, ὅπερ τοὺϲ ἐπιλαμβανομένουϲ διολιϲθάνειν πέφυκε. τοιοῦτοϲ οὖν καὶ οὗτοϲ εὔχεται γενέϲθαι τοὺϲ τρόπουϲ, ἵν᾿ ὥϲπερ διολιϲθάνειν καὶ φεύγειν δύνηται τοὺϲ δανειϲτάϲ. καὶ μέχρι δεῦρο δὲ τοὺϲ τῇ γνώμῃ ϲκάζονταϲ καὶ μηδὲν ϲταθερὸν φρονοῦνταϲ καὶ ἄλλα μὲν ἐπαγγελλομένουϲ, ἄλλα δὲ φρονοῦνταϲ καὶ πράϲϲονταϲ, διὰ τὸ τῆϲ γνώμηϲ ὀλιϲθηρὸν καὶ ἄπιϲτον γλοιοὺϲ καλοῦμεν. ἄλλωϲ. ἐπὶ τοῦ μιαροῦ καὶ ῥυπαροῦ καὶ μικρολόγου παραλαμβάνεται· καὶ γὰρ ὁ ῥυπαρὸϲ διὰ τὴν ἄϲκηϲιν ϲύνεγγύϲ πώϲ ἐϲτι τῷ γλοιῷ. ἐπὶ δὲ τὸ ἦθοϲ μετενεχθὲν τὸν μοχθηρὸν δηλοῖ ἢ ὀλιϲθηρὸν καὶ εὐμετάβολον.