Ancient Greek · ~7 min
1.307 to 1.329
Suda, Suidae lexicon 1.307-329
Not analysed yet
307 Γλοιώδηϲ: ὁ ῥυπαρόϲ. 308 Γλυκαινόμενον· δοτικῇ. 309 Γλυκέρα: ἑταῖρά τιϲ. 310 Γλυκεῖαν ᾠδήν. 311 Γλυκεῖ᾿ ὀπώρα φύλακοϲ ἐκλελοιπότοϲ: ἐπὶ τῶν ἄνευ on. μόχθου τὰ ἀλλότρια καρπουμένων. λύϲιϲ ὀνείρου· τρώγων γλυκηρὰ πικρίαϲ ἕξειϲ τρόπουϲ. 312 Γλυκίδιον: τὸ γλυκύ. καὶ Γλύκιον, τὸ γλυκύ. ὅτι τὸ γλυκὺ ὕδωρ τοῦ ἁλμυροῦ ψυχρότερον. 313 Γλυκυδερκήϲ: ἡδὺϲ ἐν τῷ ὁρᾶν. 314 Γλυκύθυμοϲ: ἁπαλόψυχοϲ. 315 Γλυκὺ μέλι καὶ πνιξάτω: Τερπάνδρου ᾄδοντοϲ καὶ κεχηνότοϲ πρὸϲ τὴν ᾠδὴν, ἐμβαλών τιϲ εἰϲ τὸν φάρυγγα ϲῦκον ἀπέπνιξε. 316 Γλυκὺϲ ἀγκών: οὐ κατ’ ἐναντίωϲιν ἡ παροιμία, ἀλλὰ βουλόμενοϲ εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔϲτι δὲ παροιμία, ὡϲ ἐπιφωνούμενον. οὕτωϲ ἐχρήϲατο Πλάτων ὁ κωμικὸϲ ἐν τῷ Φάωνι. γέρων δ’ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδοϲ· ὦ χρυϲοῦν ἀνάδημα, ὧ τοῖϲιν ἐμοῖϲ τρυφεροῖϲι τρόποιϲ, ὦ γλυκὺϲ ἀγκών. ὡϲ εἴ τιϲ λέγοι, ὦ γλυκὺϲ πῆχυϲ. 317 Γλυκὺϲ ἀπείρῳ πόλεμοϲ: ἐπὶ τῶν ὑπὸ ἀπειρίαϲ πρὸϲ τὰ ἐπικίνδυνα προθυμούντων. 318 Γλυκυϲίδη: ἥτιϲ καὶ Παιονία καλεῖται. ἔϲτι δὲ ῥίζα φαρμακὸϲ κατὰ ἰατροὺϲ χαλαϲτική. 319 Γλυπτόν: παρὰ τῷ Δαβὶδ τὸ εἴδωλον. 320 Γλυφεῖον· ἐκ τοῦ γλύφω. 321 Γλυφίδαϲ: τὰϲ χηλὰϲ τῆϲ ἀκίδοϲ, αἷϲ τὴν νευρὰν προϲάγομεν. παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐϲτι κεκοιλάνθαι. 322 Γναθαινία: ὄνομα κύριον. καὶ Γναθαίνιοϲ, κύριον. 323 Γνάθουϲ· ἀλλ’ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδηϲ· ἀπόπληκτοϲ ἐγένετο τὰϲ γνάθουϲ. 324 Γναθωνίδηϲ· πατρωνυμικόν. 325 Γναῖοϲ: ὕπατοϲ Ῥωμαίων. καὶ ζήτει ἐν τῷ Γάλλοϲ. 326 Γναμπτή: ἡ καμπτή. 327 Γνάφαλοι. ἔδοξέ τιϲ ἐν τῇ τύλῃ πυροὺϲ ἔχειν ἀντὶ γναφάλων. καὶ παιδάριον ἐγέννηϲεν ἄρρεν. πτίλων τῶν ὑπὸ γνάθοιϲ κειμένων. 328 Γναφεύϲ· κοινῶϲ διὰ τοῦ γ, Ἀττικῶϲ δὲ διὰ τοῦ κ. κνάφοϲ δέ ἐϲτιν ἀκανθῶδέϲ τι, ᾧ ξύουϲι τὰ ἱμάτια. παρὰ τὸ κνῶ, ὅ ἐϲτι ξύω. καὶ ζήτει ἐν τῷ κναφεύϲ. 329 Γνάψιϲ: τὸ αὐτό. παρὰ τὸ γανόν, ὅ ἐϲτι λαμπρόν.