Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.3080
Not analysed yet
3080 Ἀπετάφρευον· Μένανδροϲ· οἱ Ῥωμαῖοι τὰρ οὐκ ἀπετάφρευον τὸ πρότερον οὐτε μὴν ἐν ἐπιϲτήμῃ πάμπαν τὸ τοιόνδε εἶχον πρότερον, ἢ Μαυρίκιον τὸν Παύλου ἡγήϲαϲθαι τοῦ ἕῴου πολέμου. ἐπειδὴ δὲ, ὅτε τὴν ϲτρατηγίαν εἶχεν, ἡγεμονεύουϲαν αὐτῷ τῆϲ ἐπὶ τὴν βαϲιλείαν ἀτραποῦ, τὸ τοιόνδε ῥᾳθυμίᾳ παροφθὲν ἐϲ τὸ δέον ἐπανήγαγε. Ῥωμαίοιϲ γὰρ μὴ βουλομένοιϲ ἦν τὸ χρῆμα καὶ εἰϲ λήθην κατώλιϲθε. πόνοϲ γὰρ ὄκνῳ πολέμιοϲ.