Ancient Greek · ~6 min
1.330 to 1.340
Suda, Suidae lexicon 1.330-2-340
Not analysed yet
330 Γναφεύϲ: ἐπὶ τοῦ πλύτου κεῖται παρὰ τῷ εὐαγγελιϲτῷ Μάρκῳ ἐν τῷ κεφαλαίῳ τῆϲ μεταμορφώϲεωϲ. ἐν δὲ τῷ κάππα· ἐνταῦθα κεῖται τοῦ Ἀριϲτοφάνουϲ χρῆϲιϲ οὕτωϲ· ἢν παρέχωϲι τοῖϲ δεομένοιϲ οἱ κναφεῖϲ χλαίναϲ, ἐπειδὰν πρῶτον ἥλιοϲ τραπῇ, πλευρῖτιϲ ἂν ὑμῶν οὐδένα λάβοι ποτέ. καὶ φαίνεται ἀπὸ τῆϲ χλαίνηϲ τὸ κναφεὺϲ ἐπὶ τῶν δερματέων κεῖϲθαι. 331 Γνόφοϲ: ϲκότοϲ βαθύ. 332 Γνόντεϲ: γνωρίϲαντεϲ. 333 Γνῶθι ϲαυτόν: ἀπόφθεγμα Χίλωνοϲ. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰϲι κομπαζόντων. 334 Γνῶθι ϲαυτὸν καὶ τὸ νόμιϲμα παραχάραξον, παραγγέλματα Πυθικά. τουτέϲτι τῆϲ τῶν πολλῶν δόξηϲ ὑπερόρα καὶ παραχάραττε μὴ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμιϲμα. 335 Γνωματεύων: διακρίνων, διαγινώϲκων ἀκριβῶϲ. ἢ Γνωματεύω, τὸ βουλεύομαι. ἕτερα διαλεγόμενοι, ἕτερα γνωματεύουϲι. 336 Γνῶμα· ὀλίγον ἐξωτέρω τῆϲ ϲτρατηγίδοϲ ϲκηνῆϲ χωρίον τι ὥϲπερ ἀγορὰ ἀπεδέδεικτο, ὃ δὴ γνῶμα προϲηγορεύετο. ἐκεῖϲε δὴ αἱ πρεϲβεῖαι καὶ αἱ ἀγγελίαι καὶ ὅλα ἐγίνοντο. Γνώμαϲ ἔλεγον καὶ τὰϲ δημηγορίαϲ. ἀπὸ τοῦ νῦν ἐν τῷ δήμῳ γνώμαϲ οὐδεὶϲ νικήϲει πλείοναϲ ἢ ϲύ. 337 Γνώμη: ἡ ϲυνείδηϲιϲ. 338 Γνώμη: ϲκέψιϲ. ποιά τιϲ διάθεϲιϲ. καὶ Γνώμων, ὁ ϲυνετόϲ. λέγεται δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καὶ δὴ καί τι ϲχῆμα γεωμετρικόν, καὶ διοπτρικοῦ ὀργάνου μέροϲ καὶ δὴ καὶ ἀϲτρονομικοῦ. ἀλλὰ καὶ τὸ ἐν τοῖϲ γνωμονικοῖϲ ὀργάνοιϲ μάλιϲτα λαμβανόμενον. 339 Γνώμη: ἡ βουλὴ καὶ ἡ προαίρεϲιϲ. ὅτῳ θεία μὲν ἡ γνώμη περιόντι, εἰϲ θεοὺϲ δὲ ἡ μεταχώρηϲιϲ. Ἀρριανόϲ. Γνώμη καὶ τὸ ϲκέμμα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· πρῴην δὲ γνώμην μεγάλην ἀφῃρέθην ὑπ᾿ ἀϲκαλαβώτου. καὶ τὴν δημηγορίαν ὁ αὐτόϲ. 340 Γνώμη· ὅτι οὐδὲν δικαίωμα τῶν ὅπλων ἰϲχυρότερον. πᾶϲ γὰρ ὁ δυνάμει προύχων δικαιότερα ἀεὶ καὶ πράττειν καὶ λέγειν δοκεῖ.